close

Enter

Log in using OpenID

1 15 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 † Κυριακὴ τῆς Ἀπόκρεω. «Μνεία τῆς

embedDownload
15 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 † Κυριακὴ τῆς Ἀπόκρεω. «Μνεία τῆς δευτέρας καὶ ἀδεκάστου παρουσί‐
ας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὀνησί‐
μου ἀποστόλου ἐκ τῶν Ο´ (†107). Εὐσεβίου ὁ‐
σίου (ε´ αἰ.), Μαΐωνος μάρτυρος. Ἀνθίμου ὁσί‐
ου (τοῦ Βαγιάνου) τοῦ ἐν Χίῳ (†1960). Ἦχος γ´. Ἑωθινὸν γ´. (τυπικὸν Τριῳδίου §§10‐12). * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος γ´. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐
πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γέ‐
νους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ κα‐
ταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος».] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος γ´. Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑ‐
αυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κα‐
τέλυσε. Δόξα. Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πι‐
κρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ᾿ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον. Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑ‐
πέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομά‐
σω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετά‐
γην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκού‐
σιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλα‐
γείς, ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώμα‐
τος, μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀό‐
ρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀνα‐
στάσει σου. 1
Δόξα. Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀ‐
νερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀν‐
θρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐ‐
χαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀνα‐
στάσει σου. Καὶ νῦν. Θεοτοκίον. Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁ‐
μοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ· μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαρι‐
τωμένη. * * * ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. Ἦχος πλ. α´. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί Σου... Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐
τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. * * * Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου. ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος γ´. Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμα‐
σιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρ‐
θη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιω‐
τήν, γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. Οἱ Ἀναβαθμοί. Ἦχος γ´. Ἀντίφωνον Α´. Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυ‐
λῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυ‐
σον Λόγε. Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ 2
καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. Ἀντίφωνον Β´. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρε‐
τῶν, μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέπον‐
τος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱο‐
ποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λα‐
τρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε, καὶ Λόγῳ. Ἀντίφωνον Γ´. Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθο‐
ρῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. Προκείμενον. Ψαλμὸς Ϟε´ (95). Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευ‐
σε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς) Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν... * * * ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐
μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Γ´ Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9‐20). Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐ‐
φάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖ‐
σα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Με‐
τὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐ‐
φανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστε‐
ρον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανε‐
ρώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐ‐
τοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κη‐
ρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πι‐
στεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπι‐
στήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πι‐
στεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνό‐
ματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λα‐
λήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσι‐
μόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρ‐
3
ρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξου‐
σιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐ‐
τοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐ‐
κήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦν‐
τος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπα‐
κολουθούντων σημείων. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐
σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐
μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐
μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐
νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐
γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐
σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος πλ. δ´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐
δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ἦχος πλ. δ´. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐
όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐
σπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 4
Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐
μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´. Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐
νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐
λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. * * * ΟΙ ΚΑΝΟΝΕΣ Ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος γ´. Ὁ Εἱρμός. Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συ‐
ναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξα‐
σμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δε‐
δόξασται. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τὴν γῆν κατακρίνας τῷ παραβάντι, ἱδρῶ‐
τος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νικητὴς τροπαιοῦχος κατὰ θανάτου, ὁ θάνα‐
τον δεδυκὼς ἀνεδείχθη· παθητὴν σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστη‐
σεν, ὅτι δεδόξασται. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ᾿ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται. Ὁ Κανὼν τοῦ Τριῳδίου, εἰς η´. Ποίημα Θεοδώρου τοῦ Στουδίτου. ᾨδὴ α´. Ἦχος πλ. β´. Βοηθὸς καὶ σκεπαστής. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναῤῥήτου σου παρουσίας, φρίττω ἐννοῶν, δεδοικὼς προορῶ· ἐν ᾗ προκαθίσεις, κρῖναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὅτε ἥξεις ὁ Θεός, ἐν μυριάσι καὶ χιλιάσι, τῶν Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κἀμὲ ἐν νεφέ‐
λαις, ὑπαντῆσαί σοι Χριστέ, τὸν ἄθλιον ἀξίω‐
σον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δεῦρο λάβε μοι ψυχή, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν, ὅτε ὁ Θεὸς ἐμφανῶς ἐπιστῇ· καὶ θρήνησον, κλαῦσον, εὑρεθῆναι καθαρά, ἐν ὥρᾳ τῆς ἐτάσεως. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐξιστᾷ με καὶ φοβεῖ, τὸ πῦρ τὸ ἄσβεστον τῆς γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων βρυγμός· ἀλλ᾿ ἄνες μοι ἄφες, καὶ τῇ στάσει με Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῆς εὐκταίας σου φωνῆς, τῆς τοὺς Ἁγίους σου προσκαλούσης, ἐπὶ τὴν χαράν, ἧς ἀκούσω κἀγώ, ὁ τάλας καὶ εὕρω, Βασιλείας οὐρανῶν, τὴν ἄῤῥηκτον ἀπόλαυσιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μὴ εἰσέλθῃς μετ᾿ ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς· ἀλλ᾿ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε. 5
Δόξα. Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελετουργικὴ ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον. Καὶ νῦν. Θεοτοκίον. Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴ‐
ῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν Μητρός· παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁ‐
γνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν Θεῷ πρὸ τέλους· φοβερὸν γὰρ τὸ κριτήριον, ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι, ὅτε ἥξεις μετ᾿ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ᾿ ἀξίαν τῶν πράξεων. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὴν ἄστεκτον Κύριε, ὀργὴν πῶς οἴσω τῆς κρί‐
σεώς σου, παρακούσας σου τὸ πρόσταγμα; ἀλλὰ φεῖσαι, φεῖσαί μου, ἐν ὥρᾳ τῆς κρίσεως. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λό‐
γῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντο‐
κράτορ ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία, πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ Νυμφῶνος ὁ Κύριος. Τροπάρια. Ἡμάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀν‐
θρώπων, πλημμελήσας ὑπὲρ ἄνθρωπον· πρὸ τῆς δίκης, ἵλεως γενοῦ μοι Φιλάνθρωπε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργά‐
σατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε· τα‐
πεινῶν ὑψώθη δέ, Χριστὲ τὸ κέρας ἐν τῇ σῇ ἀ‐
ναστάσει. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕ‐
δωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε· ἀ‐
ναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκά‐
λυψας φέγγος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη. ᾨδὴ γ´. Τοῦ Τριῳδίου. Ἦχος β´. Στερέωσον Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον; τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ; ἀλλ᾿ ἑ‐
τοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Τριὰς ἁπλῆ, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τρι‐
άδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει, προσκυνοῦντας τὸ κράτος σου. Καὶ νῦν. Θεοτοκίον. Ἐβλάστησας Ἄχραντε, ἀσπόρῳ τόκῳ τὸν ζῶντα Λόγον, σαρκωθέντα ἐν τῇ μήτρᾳ σου, οὐ τραπέντα. Δόξα Θεομῆτορ τῷ τόκῳ σου. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον. Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρ‐
μον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου· σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται σὺν Πατριάρ‐
χαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. 6
Ὁ Οἶκος. Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτω‐
σαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστη‐
σε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐ‐
πάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρω‐
τῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ Βασιλεύς... * * * ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Καθίσματα τοῦ Τριῳδίου. Κοντάκιον. Ἦχος α´. Αὐτόμελον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγων‐
ται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε. Τὸ Βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά· ἀλλ᾿ αὐτός, Ἐλεῆμον, προ‐
φθάσας με διάσωσον, καὶ κολάσεως λύτρω‐
σαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε. Θεοτοκίον. Ὅμοιον. (Παραλείπεται). Τὸν πάντων ποιητήν, καὶ Θεόν σου καὶ κτί‐
στην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέ‐
τοκας· ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθέ‐
νε, ὡς παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον. Ἕτερον Κάθισμα. Ἦχος πλ. β´. Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς· πῶς ἀπολογή‐
σομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παῤῥησί‐
ᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγ‐
χνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγι‐
ον ἐλέησόν με. Δόξα. Ἦχος ὁ αὐτός. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τό‐
πον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆ‐
σαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων· ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐ‐
λέησόν με. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰ‐
τοῦμαι· σπλαγχνίσθητι εἰς εὐπερίστατον λα‐
όν· δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐ‐
λογημένη. Ὁ Οἶκος. Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑ‐
περάγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζε‐
σθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέ‐
τασιν· τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐ‐
ξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης· μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δι‐
καιότατε. Συναξάριον. Τῇ ΙΕ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀ‐
ποστόλου Ὀνησίμου, μαθητοῦ τοῦ Ἁγίου Ἀ‐
ποστόλου Παύλου. Στίχ. Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη, Παύλου σκελῶν δραμόντα γενναίους δρόμους. Πέμπτῃ Ὀνησίμου σκέλεα θραῦσαν δεκάτῃ τε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαΐωρ αἰκι‐
ζόμενος τελειοῦται. Στίχ. Μάστιξι πλησθεὶς τὰς ψόας ἐμπαιγμάτων, Δαυῒδ τὸ ῥητὸν φάσκε, Μάρτυς Μαΐωρ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Εὐσεβίου. 7
Στίχ. Ἀνθρώπινον παρῆλθεν ἀσμένως βίον, Εὐσέβιος τὸ θαῦμα καὶ τῶν Ἀγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεογνίου, μαθητοῦ τοῦ ὁσίου Θεοδοσί‐
ου, Ἐπισκόπου γενομένου Βιτυλίου παρὰ τὴν Γάζαν. Στίχ. Θέογνις καρπὸς σεπτοῦ Θεοδοσίου, Αὐτῶ ἡμιλλήθη ἐν ἀρεταῖς θείαις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡ‐
μῶν Δαλματίου, τοῦ ἐν Σιβηρίᾳ, κοιμηθέντος κατὰ τὸ ἔτος ͵αχϞζ´ (1697). Στίχ. Βιώσας Δαλμάτιος Ἰὼβ τὸν βίον, Φωστὴρ ἐδείχθη τῷ σκότει Σιβηρίας. Καὶ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Ἰωάννου τοῦ Κουλακιώτου, ἐν Θεσσαλονίκῃ μαρτυρήσαντος ἐν ἔτει ͵αψοϚ´ (1776). Στίχ. Οὐ καταλείπω ἀγάπην Ἰησοῦ μου, Ἰωάννης ἔκραζε πρὸ τῆς ἀγχόνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Ἀνθίμου, τοὐπίκλην Βαγιάνου, τοῦ ἐν Χί‐
ῳ ἀσκήσαντος καὶ θεοφιλῶς τελειωθέντος ἐν ἔτει ͵αϠξ´ (1960). Στίχ. Ἄνθος Κυρίου ὁ Ἄνθιμος ἐν Χίῳ, Πιστοὺς εὐωδιάζων ἁγίῳ βίῳ. Καὶ τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ, τῆς Δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα. Στίχ. Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ. Τῆς, Δεῦτε, φωνῆς ἄξιον κἀμὲ κρίνοις. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐ‐
λέησον ἡμᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Κυριακῆς τῆς Ἀπόκρεω ᾨδὴ γ´. Στερέωσον, Κύριε, * ἐπὶ τὴν πέτραν τῶν ἐντο‐
λῶν σου * σαλευθεῖσαν τὴν καρδίαν μου, * ὅτι μόνος * ἅγιος ὑπάρχεις καὶ Κύριος. ᾨδὴ δ´. Ἀκήκοεν ὁ προφήτης * τὴν ἔλευσίν σου, Κύρι‐
ε, * καὶ ἐφοβήθη, * ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι * καὶ ἀνθρώποις δείκνυσθαι, * καὶ ἔλεγεν· * Ἀκήκοα τὴν ἀκοήν σου * καὶ ἐφοβή‐
θην· * δόξα τῇ δυνάμει σου. ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντα, * φιλάνθρωπε, * φώτι‐
σον, δέομαι, * καὶ ὁδήγησον κἀμὲ * ἐν τοῖς προστάγμασί σου * καὶ δίδαξόν με, Σωτήρ, * ποιεῖν τὸ θέλημά σου. ᾨδὴ Ϛ´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου * πρὸς τὸν οἰκτίρ‐
μονα Θεὸν * καὶ ἐπήκουσέ μου * ἐξ ᾅδου κα‐
τωτάτου * καὶ ἀνήγαγεν * ἐκ φθορᾶς τὴν ζω‐
ήν μου. ᾨδὴ ζ´. Ἡμάρτομεν, * ἠνομήσαμεν, * ἠδικήσαμεν ἐ‐
νώπιόν σου, * οὐδὲ συνετηρήσαμεν, * οὐδὲ ἐ‐
ποιήσαμεν, * καθὼς ἐνετείλω ἡμῖν· * ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, * ὁ τῶν πατέρων Θεός. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ὃν στρατιαὶ * οὐρανῶν δοξάζουσι * καὶ φρίτ‐
τει τὰ Χερουβὶμ * καὶ τὰ Σεραφίμ, * πᾶσα πνοὴ καὶ κτίσις, * ὑμνεῖτε, εὐλογεῖτε * καὶ ὑ‐
περυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. (ἐὰν ἀπεδόθη ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς) * * * ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Βοηθὸς καὶ σκεπαστὴς * ἐγένετό μοι εἰς σω‐
τηρίαν· * οὗτός μου Θεός, * καὶ δοξάσω αὐτόν· * Θεὸς τοῦ πατρός μου, * καὶ ὑψώσω αὐτόν· * ἐνδόξως γὰρ δεδόξασται. 8
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος πλ. β´. Ἦχος β´. Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐
φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐
τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Ἀσπόρου συλλήψεως * ὁ τόκος ἀνερμήνευτος· * Μητρὸς ἀνάνδρου * ἄφθορος ἡ κύησις· * Θε‐
οῦ γὰρ ἡ γέννησις * καινοποιεῖ τὰς φύσεις. * Διό σε πᾶσαι αἱ γενεαί, * ὡς Θεόνυμφον μη‐
τέρα, * ὀρθοδόξως μεγαλύνομεν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´. Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐ‐
φάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀ‐
νακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων. Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου. Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀῤῥήτου σου δόξης, ἡμέραν ἐνθυμούμενος, φρίττω Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω· Ἐπὶ γῆς ὅ‐
ταν ἔλθῃς, κρῖναι Χριστὲ τὰ σύμπαντα, ὁ Θε‐
ὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦ‐
σαί με τιμωρίας, ἐκ δεξιῶν σου Δέσποτα, ἀξι‐
ώσας με στῆναι. Ἕτερον. Γυναῖκες ἀκουτίσθητε. Ἰδοὺ ἡμέρα ἔρχεται, Κυρίου παντοκράτορος· καὶ τίς ὑποίσει τὸν φόβον, τῆς Παρουσίας ἐ‐
κείνου; ἡμέρα γὰρ θυμοῦ ἐστι, καὶ κλίβανος καιόμενος, ἐν ᾗ Κριτὴς καθέζεται, καὶ κατ᾿ ἀ‐
ξίαν ἑκάστῳ, τῶν πράξεων ἀπονέμων. Θεοτοκίον. Ὅμοιον. Τὴν ὥραν τῆς ἐτάσεως, καὶ τῆς φρικτῆς ἐλεύ‐
σεως, τοῦ φιλανθρώπου Δεσπότου, κατανο‐
ῶν ὅλως τρέμω, καὶ σκυθρωπάζων κράζω σοι· Κριτά μου δικαιότατε, καὶ μόνε πολυέλε‐
ε, μετανοοῦντά με δέξαι, τῆς Θεοτόκου πρε‐
σβείαις. * * * ΑΙΝΟΙ Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἦχος γ´. * * * Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν 9
Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐
νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυ‐
στηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡ‐
μῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι᾿ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐
τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐
ως αὐτοῦ. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότη‐
τος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσε‐
ως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μα‐
γδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγε‐
λον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐ‐
ξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ᾿ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλι‐
λαίᾳ. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φι‐
λάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σω‐
τηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀνα‐
μάρτητον. Ἐλέησον ἡμᾶς. Ἕτερον Στιχηρόν, Ἀνατολικόν. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε· εὐωδίας γὰρ ἀρώ‐
ματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου σῶμα, μυρίσαι σπουδάζου‐
σαι. Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐ‐
ταῖς εὐηγγελίσατο· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέ‐
στη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος. Καὶ τὰ παρόντα Ἰδιόμελα γ´ τοῦ Τριῳδίου. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἦχος πλ. β´. Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅ‐
ταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατά‐
κριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία, πάντες γε‐
νήσονται· καὶ πάντων τὰ κρυπτὰ φανερὰ πα‐
ρίστανται ἐνώπιόν σου· καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπε‐
λεύσονται, οἱ μηδέ ποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆ‐
ρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον. Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθή‐
τω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ὁ αὐτός. Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔ‐
θνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην· καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγ‐
γελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, 10
τὰς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτί, καὶ ἐν ἡμέρᾳ; ὢ ποία ὥρα τότε! Ἀλλὰ πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα ψυχή· Ὁ Θεὸς ἐπίστρεψον σῶσόν με, ὡς μόνος εὔ‐
σπλαγχνος. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. Ἦχος πλ. δ´. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμε‐
νος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως ἐβόα· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθη‐
σαν. Βλέπε ψυχή μου, νηστεύεις; τὸν πλησίον σου μὴ ἀθέτει· βρωμάτων ἀπέχῃ; τὸν ἀδελ‐
φόν σου μὴ κατακρίνῃς· μὴ τῷ πυρὶ παρα‐
πεμπομένη, κατακαῇς ὡσεὶ κηρός, ἀλλ᾿ ἀ‐
νεμποδίστως εἰσάξῃ σε Χριστός, εἰς τὴν Βασι‐
λείαν αὑτοῦ. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος α´. Προκαθάρωμεν ἑαυτοὺς ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα· τῶν παθῶν κατευ‐
νάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλ‐
λάττει τοὺς πταίσαντας· διὸ μετ᾿ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρί‐
τους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐
θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐
σας, δόξα σοι. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. * * * Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐
στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐
ποις εὐδοκία. 11
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. αὐτοῦ. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. Εἰς τὴν Α´ Ὥραν. Ἑωθινὸν γ´. Ἦχος γ´. Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνει‐
δίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύ‐
μασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐ‐
τῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστα‐
σιν, φιλάνθρωπε Κύριε. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς. Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐
γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐
τοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145). Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐
σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος 12
τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... ΑΠΟΣΤΟΛΟΣ Τοῦ Τριῳδίου (Κυριακῆς ΛΕ´ Ἐπιστολῶν) (Α´ Κορ. η´ 8‐13, θ´ 1‐3). Προκείμενον καὶ Ἀλληλούϊα τὰ ἐν τῷ Τριῳδίῳ εἰδικὰ τῆς Κυριακῆς. Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117). Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ρμϚ´). Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀ‐
ριθμός. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον Κυριακῆς τῆς Ἀπόκρεω. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α´. Αὐτόμελον. Ὅταν ἔλθῃς, ὁ Θεός, * ἐπὶ γῆς μετὰ δόξης, * καὶ τρέμουσι τὰ σύμπαντα, * ποταμὸς δὲ τοῦ πυρὸς * πρὸ τοῦ βήματος ἕλκει * καὶ βίβλοι ἀ‐
νοίγονται * καὶ τὰ κρυπτὰ δημοσιεύονται, * τότε ῥῦσαί με * ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου * καὶ ἀξίωσον * ἐκ δεξιῶν σού με στῆναι, * κρι‐
τὰ δικαιότατε. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθόν· ψαλμὸς τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ ἀ‐
νάγνωσμα. Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γέ‐
νηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμε‐
νον, οὐχὶ ἡ συνείδησις αὐτοῦ, ἀσθενοῦς ὄν‐
τος, οἰκοδομηθήσεται, εἰς τὸ τὰ εἰδωλόθυτα ἐ‐
σθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύ‐
πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διό περ, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ Ἀπόστολος; Οὐκ εἰμὶ ἐ‐
λεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡ‐
μῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ Ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστο‐
λῆς, ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἀλληλούϊα. Ἦχος πλ. δ´. Ψαλμὸς Ϟδ´. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλλαλάξω‐
μεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. * * * * * * 13
ΕΥΑΓΓΕΛΙΟΝ Δόξα σοι, Κύριε, δόξα σοι. Κυριακῆς Ἀπόκρεω (Ματθ. κε´ 31‐46). Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. * * * Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ‐
που ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγ‐
γελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δό‐
ξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐ‐
τοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρό‐
βατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρό‐
βατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύ‐
μων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐ‐
τοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐
λείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτί‐
σατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυ‐
μνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπε‐
σκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαι‐
οι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή‐
σατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύε‐
σθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰ‐
ώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώ‐
κατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυ‐
μνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀπο‐
κριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκο‐
νήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέ‐
γων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσα‐
τε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποι‐
ήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐
σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐
ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * Εἰδήσεις. 1. Εἰς πάσας τὰς ἡμέρας τῆς παρούσης ἑβδο‐
μάδος, προοίμιον καὶ θυρανοίξια οὔσης τῆς μεγάλης 14
τεσσαρακοστῆς νηστείας, μόνον διὰ τυροῦ, ὠῶν καὶ ἰ‐
χθύων καταλύομεν, ἀπέχομεν δὲ κρέατος. 2. Συμφώνως μὲ ἀρχαίας ἱστορικὰς καὶ λειτουργικὰς μαρτυρίας (καὶ δὴ κατὰ τὸν 9ον αἰῶνα τοῦ ἁγίου Φωτίου τοῦ μεγάλου) ἡ παροῦσα ἑβδομὰς ἦτο κάποτε αὐστηρῶς νηστήσιμος ὡς πρώτη τῆς τεσσαρακοστῆς νηστείας. 3. Αἱ ἀκολουθίαι τῶν καθημερινῶν μέχρι τοῦ Σαββάτου τῆς Τυρινῆς διεξάγονται κατὰ τὸ τυπικὸν τοῦ Τριῳδίου §13. Σημείωσις. Εἰς τοὺς ἑορτάζοντας τὴν ἁγίαν Φιλοθέην ναοὺς ἡ ἀκολουθία αὐτῆς συμψάλλεται ἐξ ἰδιαιτέρας φυλλάδος μετὰ τῆς ἀναστασίμου καὶ τῆς τοῦ Τριῳδίου, κατὰ τὴν διάταξιν τοῦ Τ.Μ.Ε. Φεβρ. 10 §§3‐5. * * * * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν εὐχα‐
ριστοῦντες, δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤ‐
νεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μα‐
κροθύμως φέρων ἐμπτύσματα, δι᾿ ὧν κατειρ‐
γάσω μοι τὴν σωτηρίαν, δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ, ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πε‐
νήτων σου ἕνεκεν· καὶ φθείρας τὸν φθείραν‐
τα δεδοξασμένε, πάντας συνανέστησας, μόνε Φιλάνθρωπε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μνήσθητι Χριστέ, ἧς ἐκτήσω ποίμνης τῷ πά‐
θει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκε‐
ψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε. ᾨδὴ δ´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ἀκήκοεν ὁ Προφήτης. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐφέστηκεν ἡ ἡμέρα, ἤδη πρὸ θύραις ἡ κρίσις ψυχὴ γρηγόρει· ὅπου βασιλεῖς ὁμοῦ καὶ ἄρ‐
χοντες, πλούσιοι καὶ πένητες ἀθροίζονται, καὶ λήψεται τὰ κατ᾿ ἀξίαν, τῶν πεπραγμέ‐
νων, τῶν ἀνθρώπων ἕκαστος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτα‐
σθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσε‐
ται· καὶ ἅπασιν ἄβαλε τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον! Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀδέκαστός σου ἡ κρίσις, ἀλάθητόν σου τὸ Βῆ‐
μα τεχνολογίας, οὐ ῥητόρων πιθανότης κλέ‐
πτουσα, οὐ μαρτύρων σκῆψις παρακρούουσα τὸ δίκαιον· ἐν σοὶ γὰρ πάντων τὰ κεκρυμμέ‐
να, τῷ Θεῷ παρίστανται. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μὴ ἔλθω εἰς γῆν κλαυθμῶνος· μὴ ἴδω τόπον τοῦ σκότους, Χριστέ μου Λόγε· μὴ δεθῶ χεῖ‐
ρας καὶ πόδας μου, ἔξω τοῦ Νυμφῶνος σου ῥιπτόμενος, τὸ ἔνδυμα τῆς ἀφθαρσίας ῥερυ‐
πωμένον, ἔχων ὁ πανάθλιος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡνίκα ἀποχωρίσῃς, ἁμαρτωλοὺς ἐκ δικαίων, κρίνων τὸν κόσμον, ἕνα τῶν προβάτων σου μὲ σύνταξον, ἀπὸ τῶν ἐρίφων διακρίνων με, Φιλάνθρωπε, εἰς τὸ ἀκοῦσαι φωνῆς ἐκείνης, τῆς εὐλογημένης σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐτάσεως γενομένης, καὶ βίβλων ἀνεῳγμέ‐
νων, τῶν πεπραγμένων, τί ποιήσεις ὦ ψυχὴ ταλαίπωρε; τὶ ἀπολογήσῃ ἐπὶ Βήματος, μὴ ἔ‐
χουσα δικαιοσύνης, καρποὺς προσάξαι, τῷ Χριστῷ καὶ πλάστῃ σου; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀκούων τῆς τοῦ πλουσίου, ἐν τῇ φλογὶ τῆς βασάνου θρηνολογίας, κλαίω καὶ ὀδύρομαι ὁ 15
ἄθλιος, τῆς αὐτῆς ὑπάρχων κατακρίσεως· καὶ δέομαι, Ἐλέησόν με, Σωτὴρ τοῦ κόσμου, ἐν καιρῷ τῆς κρίσεως. Δόξα. Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡ‐
λίου φῶς καὶ ἀκτῖνα· τὸν μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρό‐
βλημα· συνάναρχον θείαν Τριάδα προσκυ‐
νουμένην, ὑπὸ πάσης κτίσεως. Καὶ νῦν. Θεοτοκίον. Τρόμος ἀδιήγητος, καὶ φόβος ἐκεῖ· ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ᾿ αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων· καὶ τίς ἐντεῦθεν λοιπόν, ἑαυτὸν μὴ πενθήσει; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀ‐
βύσσου· καὶ πῶς, ἢ τί πεπραχώς, Θεὸν ἐξιλε‐
ώσω; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, σεμνὴ σὺ ὤφθης, τὸν Θεὸν γεννή‐
σασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέ‐
ρᾳ μορφῇ· τὸ θαῦμά σου Παρθενομῆτορ, ἐκ‐
πλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν. Φεῖσαι φεῖσαι Κύριε, τοῦ δούλου σου· μήποτε δῴης με, τοῖς πικροῖς βασανισταῖς, Ἀγγέλων ἀποτόμων, ἐν οἷς οὐκ ἔστιν ἐκεῖ, ἀνάπαυσιν εὑρέσθαι. ᾨδὴ ε´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Ἄρχων καὶ ἡγούμενος, ἐκεῖ ἐν ταὐτῷ, πλούσι‐
ος ἄδοξος, μέγας ἅμα καὶ μικρός, εὐθύνεται ἐπίσης· οὐαὶ ἑκάστῳ, λοιπόν, τὸ μὴ ἡτοιμα‐
σμένῳ! Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουρ‐
γόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην· διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με κα‐
θοδήγησον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ Παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατα‐
κρίσεως. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκηνὴ ἁγία, καὶ Πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δε‐
ξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος. ᾨδὴ ε´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ἐκ νυκτὸς ὀρθρίζοντα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἄνες ἄφες Κύριε, καὶ σύγγνωθι, ὅσα σοι ἥ‐
μαρτον, καὶ μὴ δείξῃς με ἐκεῖ, ἐνώπιον Ἀγγέ‐
λων, ἐν κατακρίσει πυρός, αἰσχύνης ἀπεράν‐
του. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου· ἥ‐
μαρτον ἄνες μου, ὅτι φύσει καθαρός, αὐτὸς ὑπάρχεις μόνος· καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου. Δόξα. Μονάδα τῇ φύσει σε, Τριὰς ἀνυμνῶ, ἄναρ‐
χον, ἄληπτον, ἀρχικήν, βασιλικήν, ὑπερτελῆ ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωὴν δημιουργὸν τοῦ κόσμου. Καὶ νῦν. Θεοτοκίον. Ἐν τῇ ὑπὲρ φύσιν σου, κυήσει Σεμνή, νόμοι σοὶ φύσεως, καταλύονται σαφῶς· καὶ γὰρ ἀ‐
σπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, ἐκ Πα‐
τρὸς γεννηθέντα. 16
ᾨδὴ Ϛ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ᾿ ἐκτείνας Δέ‐
σποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθε‐
ούργησας, καὶ σεαυτῷ συνεδόξασας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέν‐
τα ζωωθέντα θεώμενος· τῆς σῆς ἀναστάσε‐
ως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ πά‐
θους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα. Θεοτοκίον. Πάναγνε ἡ μόνη τῷ Πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑ‐
πέρμαχον, χρηματίσαι δυσώπησον. ᾨδὴ Ϛ´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐν τῇ φρικτῇ Χριστὲ παρουσίᾳ σου, ὅταν φα‐
νῇς ἐξ οὐρανοῦ, καὶ τεθῶσι θρόνοι, καὶ βίβλοι ἀνοιγῶσι, φεῖσαι φεῖσαι τότε, Σωτὴρ τοῦ πλά‐
σματός σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐκεῖ οὐδὲν βοηθῆσαι δύναται, Θεοῦ ὑπάρ‐
χοντος κριτοῦ, οὐ σπουδὴ οὐ τέχνη, οὐ δόξα, οὐ φιλία, εἰ μὴ ἡ ἐξ ἔργων, ἰσχύς σου ὦ ψυχή μου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸ φοβερὸν ψυχὴ λογοθέσιον, ἐννοουμένη τοῦ Κριτοῦ, φρῖξον ἀπ᾿ ἐντεῦθεν, ἑτοίμασον τὸν λόγον, μὴ κατακριθήσῃ, δεσμοῖς τοῖς αἰω‐
νίοις. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἆρον τὸ σόν, μὴ ἀκούσω Κύριε, ἀποπεμπόμε‐
νος ἐκ σοῦ· μηδὲ τό, Πορεύου, εἰς πῦρ κατη‐
ραμένον· ἀλλὰ τῆς εὐκταίας, φωνῆς τῆς τῶν Δικαίων. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. ᾍδου πυλῶν λύτρωσαί με Κύριε, χάους καὶ ζόφου ἀφεγγοῦς, ἐκ καταχθονίων, καὶ πυρὸς τοῦ ἀσβέστου, ἐξ ἁπάσης ἄλλης, ποινῆς τῆς αἰωνίου. Δόξα. Τριαδικῆς, μονάδος Θεότητα, ὑμνῶ Πατέρα καὶ Υἱόν, καὶ τὸ θεῖον Πνεῦμα, μιᾶς ἀρχῆς τὸ κράτος, συνδιῃρημένης, τρισὶ τοῖς χαρακτῆρ‐
σι. Καὶ νῦν. Θεοτοκίον. Πύλη σὺ εἶ, ἣν μόνος διώδευσεν, ὁ εἰσελθὼν καὶ ἐξελθών, καὶ τὰς κλεῖς μὴ λύσας, Ἁγνὴ τῆς παρθενίας, Ἰησοῦς ὁ πλάσας, Ἀδὰμ καὶ ὁ Υἱός σου. ᾨδὴ ζ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς παῖδας ἐδρόσι‐
σας, ἐν τῇ φλογὶ τῇ χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, εὐ‐
λογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκεῖ ὁμοῦ ἄρχων καὶ ἡγούμενος, πένης καὶ πλούσιος, ψυχή, οὐ πατὴρ ἰσχύσει, οὐ μήτηρ βοηθοῦσα, οὐ λυτρούμενος, ἀδελφὸς τῆς κα‐
ταδίκης. Ἐῤῥάγη τὸ τοῦ ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκε‐
κρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν, εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 17
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόῤῥυ‐
τοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀ‐
ποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλα‐
σαν, εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισὶ πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα, εὐλογη‐
τὸς εἶ κράζοντες, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ‐
μῶν. ᾨδὴ ζ´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ἡμάρτομεν, ἠνομήσαμεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Προσπέσωμεν καὶ προσκλαύσωμεν πρὸ τῆς κρίσεως πιστοὶ ἐκείνης, ὅτε οἱ οὐρανοὶ ἀπο‐
λοῦνται, ἄστρα πίπτουσι, καὶ πᾶσα κλονεῖται ἡ γῆ, ἵνα ἵλεων εὕρωμεν εἰς τέλος, τὸν τῶν Πατέρων Θεόν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀδέκαστος ἡ ἐξέτασις, φοβερά ἐστι ἐκεῖ ἡ κρί‐
σις, ὅπου Κριτὴς ἀλάθητός ἐστιν· ὅπου πρό‐
σωπον, οὐκ ἔστιν ἐν δώροις λαβεῖν· ἀλλὰ φεῖ‐
σαί μου Δέσποτα, καὶ λύτρωσαι, πάσης ὀργῆς σου φρικτῆς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Κύριος κρῖναι ἔρχεται· τίς ἐνέγκει ὀπτασί‐
αν αὐτοῦ; φρῖξον ψυχὴ ἀθλία μου φρῖξον, καὶ ἑτοίμασον ἐξόδου τὰ ἔργα σου, ἵνα ἵλεων καὶ εὔσπλαγχνον εὑρήσῃς αὐτόν, τὸν τῶν Πατέ‐
ρων Θεόν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸ ἄσβεστον πῦρ ταράττει με, ὁ πικρότατος βρυγμὸς σκωλήκων, ᾍδης ὁ ψυχοφθόρος φο‐
βεῖ με, εὐκατάνυκτος οὐδόλως δὲ γίνομαι· ἀλ‐
λὰ Κύριε Κύριε πρὸ τέλους με, στήριξον φό‐
βῳ τῷ σῷ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δά‐
κρυα τὰ ῥήματά μου· Ἥμαρτον, ὡς οὐχ ἥμαρ‐
τε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς· ἀλλ᾿ οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι· Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ· ἀλλ᾿ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κα‐
τὰ τὸ ἔλεός σου. Δόξα. Τὰ τρία ἕν, οὐσιότητι, καὶ τὸ ἕν, προσώποις, τρία ὑμνῶ· ταῦτα Πατήρ, Υἱός, καὶ ἅγιον Πνεῦμα, μία δύναμις, βουλὴ καὶ ἐνέργεια, εἷς Θεὸς ὁ τρισάγιος, βασίλειον ἓν μοναρχικώτα‐
τον. Καὶ νῦν. Θεοτοκίον. Προέρχεται ὡραιότατος, ἐκ θαλάμου τῆς γα‐
στρός σου Θεός, ὥσπερ ἀνάκτωρ ἠμφιεσμέ‐
νος, θεοΰφαντον ἁλουργίδα βαφῆς μυστικῆς, τῶν πανάγνων αἱμάτων σου Ἀνύμφευτε, καὶ βασιλεύει τῆς γῆς. ᾨδὴ η´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προ‐
εστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐῤῥάγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα, εὐλογεῖτε πάντα τὰ ἔρ‐
γα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτω‐
κότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα, εὐλογεῖτε 18
πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ Βήματός σου. Θεοτοκίον. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐ‐
τὸν εἰς τοὺς αἰῶνας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε· τὸν ποιητήν, τοῖς βροτοῖς γὰρ Θε‐
ογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦ‐
μεν εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ η´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ὃν στρατιαὶ οὐρανῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῆς φοβερᾶς δευτέρας σου Κύριε, Παρουσίας ἐννοῶν τὴν ὑπαπαντήν, τρέμω τὴν ἀπειλήν σου, φοβοῦμαι τὴν ὀργήν σου· Ταύτης με, τῆς ὥρας, κραυγάζω, σῶσον εἰς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σοῦ τοῦ Θεοῦ κρίνοντος τὰ σύμπαντα, τίς ἐ‐
νέγκει γηγενῶν, ὢν περιπαθής; ἄσβεστον πῦρ γὰρ τότε, καὶ σκώληξ βρύχων μέγα, τοὺς κατακριθέντας, συλλήψεται εἰς τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πᾶσαν πνοὴν ἡνίκα προσκέκλησαι, τοῦ δια‐
κρῖναι Χριστέ, ἐπὶ τὸ αὐτό· μέγας ὁ φόβος τό‐
τε, μεγάλη ἡ ἀνάγκη, μόνων βοηθούντων, τῶν πράξεων εἰς τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πάντων Κριτὰ Θεέ μου καὶ Κύριε, ἀκούσομαί σου φωνῆς, τότε εὐκτικῆς· ἴδω σου φῶς τὸ μέ‐
γα, ἀθρήσω τὰς σκηνάς σου, βλέψω σου τὴν δόξαν, γηθόμενος εἰς τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δικαιοκρίτα Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς· ἧς μέλλω ἐν τῇ κρί‐
σει, δικαίως ὑποστῆναι· ἄνες μοι πρὸ τέλους, δι᾿ ἀρετῆς καὶ μετανοίας. Ἕνα Θεὸν κατ᾿ οὐσίαν σέβομαι, τρεῖς ὑπο‐
στάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας, ἀλλ᾿ οὐκ ἀλλοίας· ἐπεὶ Θεότης μία, ἐν τρισὶ προσώ‐
ποις, Πατήρ, Υἱός, καὶ θεῖον Πνεῦμα. Καὶ νῦν. Θεοτοκίον. Ἐκ φωτεινῆς προελθὼν νηδύος σου, ὡς νυμ‐
φίος ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀ‐
στράψας, ἐφώτισεν Ἁγνὴ τὸν κόσμον. ᾨδὴ θ´. Ὁ ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές· τῆς Παρθέ‐
νου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διο‐
δεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφό‐
ρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτο‐
ρα μεγαλύνομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φρικτὸν ἰδέσθαι σὲ τὸν Ποιητήν, ἐπὶ ξύλου ἀ‐
ναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πά‐
σχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα· ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προ‐
πάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζω‐
ὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγω‐
γήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θεί‐
αν ἐνδύσας ἀφθαρσίαν· ὅθεν πηγήν σε, φω‐
τὸς ἀειζώου μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὅταν καθίσῃς κριτής, ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ὢ ποῖ‐
Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκη‐
σεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράν‐
δρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου 19
πύλας· ὅθεν ταῖς ἀλήκτοις σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ βασιλεῖ ἡμῶν καθυπόταξον. ᾨδὴ θ´. Τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Ἀσπόρου συλλήψεως. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὡς Κύριος ἔρχεται, ἁμαρτωλοὺς κολάσασθαι, δικαίους σῶσαι· φρίξωμεν θρηνήσωμεν, καὶ λάβωμεν αἴσθησιν, ἐκείνης τῆς ἡμέρας· ἐν ᾗ τὰ ἄδηλα καὶ κρυπτά, ἐκκαλύψας τῶν ἀν‐
θρώπων, ἀποδίδωσιν ἐπάξια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἔμφοβος καὶ ἔντρομος, Μωσῆς ἰδών σε γέγο‐
νεν, ἐκ τῶν ὀπίσω· πῶς δὲ ὑποστήσομαι, σοῦ βλέπων τὸ πρόσωπον, τότε ἐγὼ ὁ τάλας, ἡνί‐
κα ἔλθῃς ἐξ οὐρανοῦ; ἀλλὰ φεῖσαί μου Οἰ‐
κτίρμον, ἐν ἱλέῳ σου προσβλέμματι. Δόξα. Μόνε μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πα‐
τήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνως μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν. Ὦ Τριὰς μονὰς ἁγί‐
α, σῶσόν με θεολογοῦντά σε. Καὶ νῦν. Θεοτοκίον. Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανά‐
μωμε· πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄλ‐
ληπτον, εἰπὲ πῶς παρθενεύεις; γεννήσασα ὡς Μήτηρ, τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τι‐
κτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύνα‐
ται. * * * * * Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δανιὴλ πεφόβηται, τὴν ὥραν τῆς ἐτάσεως· ἐ‐
γὼ τὶ πάθω, ἐπ᾿ αὐτῆς ἐρχόμενος, ὁ δύστη‐
νος, Κύριε, τῆς φοβερᾶς ἡμέρας; ἀλλά μοι δί‐
δου πρὸ τελευτῆς, εὐαρέστως σοι λατρεῦσαι, καὶ τυχεῖν τῆς Βασιλείας σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸ πῦρ ἑτοιμάζεται, ὁ σκώληξ εὐτρεπίζεται, τῆς εὐφροσύνης, ἡ δόξα ἡ ἄνεσις, τὸ φῶς τὸ ἀνέσπερον, ἡ χαρὰ τῶν δικαίων· καὶ τίς μα‐
κάριος ἐκφυγεῖν, τιμωρίας τῶν προτέρων, κληρωσάμενος τὰ δεύτερα; Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μή με τοῦ προσώπου σου, ἀποστρεψάτω Κύ‐
ριε, θυμὸς ὀργῆς σου, μηδὲ εἰσακούσομαι, φωνῆς ᾐραμένης σου, εἰς πῦρ ἀποπεμπούσης· ἀλλ᾿ εἰσελεύσομαι εἰς χαράν, τοῦ ἀφθάρτου σου Νυμφῶνος, κἀγὼ τότε σὺν Ἁγίοις σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκι‐
σται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις, ὅταν ἔλθῃ, ὁ Κρι‐
τὴς ἀνερευνῆσαι τὰ σά; 20
Author
Document
Category
Uncategorized
Views
0
File Size
289 KB
Tags
1/--pages
Report inappropriate content