close

Enter

Log in using OpenID

13 σεπ14 σαββατον προ της υψωσεως

embedDownload
13 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014
ΣΑΒΒΑΤΟΝ πρὸ τῆς Ὕψώσεως.
Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς Ἀναστάσεως,
προεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ, Κορνηλίου
μάρτυρος τοῦ ἑκατοντάρχου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ΄
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον τῶν Ἐγκαινίων Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου
σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν,
τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ
καὶ ἀνάστασις.
ὁ β’ χορὸς
Δόξα Πατρί
Ἀπολυτίκιον Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις, τὸν φωτισμὸν τῆς εὐσεβείας ἐδέξω καὶ ἀποστόλων
σύμπονος ἐδείχθης ἀληθῶς· τούτοις κοινωνήσας γάρ, δι' ἐνθέων καμάτων τοῦ Χριστοῦ τὴν
σάρκωσιν ἀνέκραξας πᾶσι· μεθ' ὧν δυσώπει σῴζεσθαι ἡμᾶς τοὺς σὲ τιμῶντας, παμμάκαρ
Κορνήλιε.
ὁ α’ χορὸς
Καὶ νῦν...τὸ προεόρτιον
ἦχος β'
1
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ
προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς
Θεοτόκου, μόνε φιλάνθρωπε.
Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Καθίσματα
Μετὰ τὴν α' Στιχολογίαν
ὁ α’ χορός
Ἦχος δ'
Ταχὺ προκατάλαβε
Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὐτοῦ· ψυχαὶ
ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς
καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.
ὁ β’ χορός
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός……………….
Μετὰ τὴν β' Στιχολογίαν
ὁ α’ χορός
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ
προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ
τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι.
ὁ β’ χορός
Δόξα Πατρί...Καὶ νῦν...
Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί…………………..
Ὁ Ν' ψαλμὸς χύμα
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
ΚΑΝΟΝΕΣ
Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
Γερμανοῦ
ᾠδὴ α' Ἦχος δ'
ὁ α’ χορός
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές,
καταπόντισον δέομαι· ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω
μελῴδημα.
ὁ β’ χορός
Τριστάτας κραταιούς, …………….
ὁ α’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου
2
Ἀγάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω, ὁ πανάγιος Σταυρός, προέρχεται ἡμᾶς, ἁγιάζων ἐν
χάριτι, τοῦτον κατασπαζομένους, ὡς πηγὴν ἁγιάσματος, καὶ τῆς πάντων θεώσεως αἴτιον.
ὁ β’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου
Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον, ἐνδυνάμωσον ἡμᾶς, πανάγιε Σταυρὲ τοὺς πιστῶς
προσκυνοῦντάς σε, ὅπως τὰ τῶν ἐναντίων ἀποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης
γενώμεθα.
ὁ α’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου
Γνωστοὶ τῷ Ποιητῇ, διὰ σοῦ γεγονότες, πανσεβάσμιε Σταυρέ, καρδίᾳ καὶ ψυχῇ,
προσπτυσσόμεθα πάντοτε, σὲ προκείμενον ὁρῶντες, καὶ τὸν νοῦν φωτιζόμεθα, τόν παναίτιον
Λόγον δοξάζοντες.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, Θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε
πανάμωμε, φρούρησον τὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν
τόκον σου.
Κανὼν τῶν Ἐγκαινίων
Ἰωάννου Μοναχοῦ (Δαμασκηνοῦ)
ᾠδὴ α' Ἦχος ὁ αὐτός
Θαλάσσης, τὸ ἐρυθραῖον
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὁ στύλῳ καθοδηγῶν τὸ πρότερον τὸν ἐκλεκτὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν
Σιὼν κατεφύτευσας τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι ναόν, οὐρανὸν
κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Οὐ νόμῳ, ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ
τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ
σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
3
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Τῶν θαυμάτων σου τὸ κλέος μέλπω μάκαρ. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταύτην σου τὴν φωσφόρον, καὶ θείαν κοίμησιν, καὶ ὑπέρλαμπρον μνήμην, καὶ ἱερὰν
πανήγυριν, τοὺς πανηγυρίζοντας, ταῖς εὐχαῖς σου φώτισον, Ἱεράρχα θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὤφθης καὶ πρὸ τελείας, σοφὲ μυήσεως, ταῖς ἐλεημοσύναις, καὶ ταῖς εὐχαῖς Κορνήλιε,
σχολάζων πανόλβιε, καὶ τὸν πάντων Κύριον, διανοίας ζητῶν εὐθύτητι.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Νόμους τοὺς σωτηρίους, σαφῶς ἐξέμαθες, τοῦ σαρκὶ ἑνωθέντος, δι᾿ ἄκραν ἀγαθότητα, τοῦ τῶν
Ἀποστόλων σε, Κορυφαίου νεύσεσι, τοῦ Δεσπότου Μάκαρ μυήσαντος.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
Θέλγεις πιστῶν καρδίας, ἀεὶ δοξάζειν σε, ἀκορέστῳ ἐφέσει, Θεογεννῆτορ Δέσποινα· δόξα
χρηματίζεις γάρ, τῶν βροτῶν κυήσασα, τὸν τῆς δόξης Κύριον ἄχραντε.
.
Προεόρτιος
ᾠδὴ γ'
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ
σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε.
ὁ β’ χορός
Οὐκ ἐν σοφίᾳ……………..
ὁ α’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Δόξαν Χριστοῦ σε, χρηματίσαντα πίστει δοξάζομεν, δοξαζόμενοι ταῖς σαῖς, δεδοξασμένε
Κυρίου Σταυρέ, σεπταῖς περιπτύξεσι, καὶ φωτιζόμενοι.
ὁ β’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἐν εὐφροσύνῃ, προσελθόντες Πιστοὶ ἀρυσώμεθα, ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ, ἀείζωα
νάματα, καὶ διασῳζόμενοι, Θεὸν ὑμνήσωμεν.
4
ὁ α’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ζωὴ ὑπάρχων, Ἰησοῦς κρεμασθεὶς τεθανάτωται, ἐπὶ ξύλου τοῦ Σταυροῦ· ὃν νῦν πιστῶς
προσπτυσσόμενοι, πάθη ἀποφεύγομεν, θανάτου πρόξενα.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐπιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειρᾶς, ἁγνὴ Παρθένε
διάρρηξον, σῶσόν με κυήσασα, τὸν Πανοικτίρμονα.
Τῶν Ἐγκαινίων
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Εὐφραίνεται ἐπὶ σοὶ
Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, σῆς
ἀγαλλιάσεως ἔλαιον.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ
διαδήματι.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀνέδειξας ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς
οἰκητήριον.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ
χαῖρε προσάγομεν.
Τοῦ Ἁγίου
Ὁ πήξας ἐπ᾿ οὐδενὸς
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁγίου τὸν φωτισμόν, μετέλαβες Πνεύματος, καὶ τὴν θείαν χάριν ἐκ θείου στόματος, ὅλην
εἰσεδέξω πανοικί, τοῦ θείου Κορυφαίου, ἐπιστασίαις καταγγέλλοντος, τὰ σωτηριώδη
διδάγματα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψώθης ταῖς ἀρεταῖς, ὡς κέδρος ὑψίκομος, καὶ καρποὺς εὐώδεις ἡμῖν προσήνεγκας, τὴν τῶν
διδαγμάτων παροχήν, τὴν χάριν τῶν θαυμάτων, καὶ ἰαμάτων τὴν ἐνέργειαν, μάκαρ Ἱεράρχα
Κορνήλιε.
ὁ α’ χορὸς
5
Δόξα Πατρί...
Μεγίστης ἀξιωθείς, εὐκλείας Κορνήλιε, σὺν τῷ Κορυφαίῳ καὶ ἄλλοις πλείοσιν, ἔδραμες
κηρύττων πανταχοῦ, τὸ κήρυγμα τὸ θεῖον, δι᾿ οὗ ἡμεῖς φωταγωγούμενοι, σκότους ἀγνωσίας
ἐρρύσθημεν.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ἁγνείας φωτοειδές, γεγένησαι σκήνωμα, καὶ τὸν φωτοδότην φέρεις σαρκούμενον, ἄνθρωπον
ὀφθέντα καθ᾿ ἡμᾶς, διὰ φιλανθρωπίαν, καὶ τὴν φθορὰν ἐξαφανίσαντα, Ἄφθορε βροτῶν ἡ
ἀνάκλησις
Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Κάθισμα τῶν Ἐγκαινίων
ὁ β’ χορός
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν
Τοῦ μαρτυρίου τὴν σκηνὴν Θεὸς παρέδειξε, καὶ ὁ θεσπέσιος Μωσῆς ἐν γῇ ἐπήξατο, καὶ ναὸν
ἐγκαινίζει Σολομὼν ἐν θυσίαις· ἡμεῖς δὲ ἐπὶ τὴν νέαν Ἱερουσαλήμ, τῇ πίστει καταφυγόντες
δαυϊτικῶς, δῶμεν θείαν ἀνύμνησιν, τῷ σταυρωθέντι δι' ἡμᾶς, αἰτούμενοι συγχώρησιν. πάντων
ὧν περ ἡμάρτομεν.
ὁ α’ χορὸς
Κάθισμα τοῦ Σταυροῦ
Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει· καὶ πιστούς,
καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα,
ὁ β’ χορός
Δόξα Πατρί… τοῦ Ἁγίου ὅμοιον
Ἀπαρχὴν ἁγίαν σε, ἡ Ἐκκλησία, ἐξ ἐθνῶν ἐδέξατο, καταφωτίζοντα αὐτήν, ταῖς ἐναρέτοις σου
πράξεσιν, Ἱερομύστα, θεόφρον Κορνήλιε.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ταχὺ προκατάλαβε
Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου σου Ἄχραντε, εὐλογημένη ἁγνή,
Παρθένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι, τῇ εἰς σὲ Θεοτόκε, αἰτοῦμέν σε τοῦ πρεσβεύειν, τῷ
Σωτῆρι ἀπαύστως, αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
6
ᾠδὴ δ'.
Προεόρτιος
ὁ β’ χορός
Ὁ Εἱρμὸς΄
Δι᾿ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ
φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.
ὁ α’ χορός
Δι᾿ ἀγάπησιν Οἰκτίρμον……….
ὁ β’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἡλιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου, ὃν
κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα.
ὁ α’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει
ἑκάστοτε, δεινῶν ἐξαιρούμενος.
ὁ β’ χορός
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἱλασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι,
σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μὴ κενώσας τοὺς Πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος,
θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον.
Τῶν Ἐγκαινίων
ὁ β’ χορός
Ἐπαρθέντα σε ἰδοῦσα
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ ἐκ πλευρᾶς ζωηφόρου, αἵματι
ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμμένως, τὴν δόξαν τοῦ
προσώπου αὐτοῦ, συμφώνως κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β’ χορός
7
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Εἰκονίζουσα τὴν χρῖσιν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον
ἀλείφεται, τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν
ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Τοῦ Ἁγίου
Τὴν θείαν ἐννοήσας σου
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, ἥλιος ὥσπερ φωταυγής, τὴν γῆν ἐπῆλθες Κορνήλιε,
ἀποδιώκων τὸ σκότος, τῆς εἰδωλομανίας πανεύφημε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς μέγας ποταμὸς ἐκπεπόρευσαι, ἅπαν τὸ πρόσωπον τῆς γῆς, ἀρδεύων θείοις διδάγμασι, καὶ
τὰ ζιζάνια πνίγων, τὰ τῆς πολυθεΐας Κορνήλιε.
ὁ β’ χορός
Δόξα Πατρί...
Νεκρὸς παντὶ τῷ κόσμῳ γενόμενος, τοῦ νεκρωθέντος δι᾿ ἡμᾶς, τὴν θείαν ἔγερσιν ἅπασι, τοῖς
ἐκ παθῶν νεκρωθεῖσι, διήγγειλας παμμάκαρ Κορνήλιε.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σοφίας καθαρὸν ἐνδιαίτημα, τῆς τοῦ Πατρὸς ὑπερφυῶς, ἁγνὴ Παρθένε γεγένησαι· δι᾿ ἧς ἡμᾶς
τῆς κακίας, …..
ὁ β’ χορός
…..νυνὶ τοῦ σοφιστοῦ ἐλυτρώθημεν.
ᾠδὴ ε'.
Προεόρτιος
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς΄
Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων, λῦσον
ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος
ὁ β’ χορὸς
Τὸν φωτισμόν σου Κύριε…………….
ὁ α’ χορὸς
8
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, τοὺς σὲ τιμῶντας, καὶ ἀσπαζομένους τίμιε Σταυρέ,
ἁγίου πάθους, ἁγιώτατον σύμβολον.
ὁ β’ χορὸς
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Λελαμπρυσμένοι σήμερον καρδίας καὶ ψυχάς, καλῶν ἰδέαις, προσέλθωμεν πιστοί, καὶ τὸ
σεπτὸν καὶ θεῖον ξύλον, τοῦ Σταυροῦ προσκυνήσωμεν.
ὁ α’ χορὸς
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Μερρᾶς γλυκαίνει πρότερον τὰ ὕδατα Μωσῆς, σημαίνων ξύλῳ, σὲ τίμιε Σταυρέ, δι᾿ οὗ
γλυκασμὸν σωτηριώδη, τοῖς βροτοῖς ἐναπέσταξας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑπὲρ ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν, ἀγνῶν αἱμάτων, πανάχραντε Κόρη, σάρκα
ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα.
Τῶν Ἐγκαινίων
ὁ α’ χορὸς
Σὺ Κύριέ μου φῶς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσῇ διαγράφων, Χριστὲ τὴν
Ἐκκλησίαν σου.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, σὺ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας,
συνάπτεις τῇ δυνάμει σου.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα· σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ
Ἐκκλησίᾳ σου.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν Σωτηρίας
Θεόνυμφε κεκτήμεθα.
Τοῦ Ἁγίου
Ὁ ἀναβαλλόμενος
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, κωφοῖς ξοάνοις ἱερομύστα, σέβας οὐ προσένειμας, ὑπὸ
μιαιφόνων, ἀνθρώπων συνωθούμενος.
9
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὕψιστον ἀόρατον, Θεὸν Κορνήλιε, ἐν ἐκτενείᾳ ἐπεκαλέσω, καὶ ναὸν ἠδάφισας, βδελυκτῶν
ξοάνων, μεγάλως θαυμαζόμενος.
ὁ α’ χορός
Δόξα Πατρί...
Τὸ τοῦ Παντοκράτορος, φυλάττων πρόσταγμα, ἐφυλακίσθης, δεσμὰ ὑπέστης, καὶ δεσμῶν
ἀπέλυσας, τῆς κακοπιστίας, τοὺς ἄφρονας θεόσοφε.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ὀμβρησὸν μοι Πάναγνε, πταισμάτων ἄφεσιν, ἐπίσκεψαί με τὸν ἀσθενοῦντα, καὶ
κλυδωνιζόμενον, συμφοραῖς τοῦ βίου, ……………..
ὁ α’ χορός
…….. καὶ πάθεσι τοῦ σώματος.
ᾠδὴ ς'.
Προεόρτιος
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς΄
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ᾿
ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.
ὁ α’ χορὸς
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης………….
ὁ β’ χορὸς
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Νυγεὶς ἐπὶ σοὶ πλευρὰν ὁ Κτίστης, Σταυρὲ ἐθελουσίως, ἀναρτώμενος, αἷμα καὶ ὕδωρ ἀποκενοῖ,
δι᾿ ὧν ἀνεπλάσθημεν, οἱ πιστῶς σε ἀσπαζόμενοι.
ὁ α’ χορὸς
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ξύλον ζωοδώρητον Κυρίου, πηγὴ ἀθανασίας, ἀπολύτρωσις παντὸς τοῦ κόσμου, σῷζε ἡμᾶς,
τοὺς ἀσπαζομένους σε, ὡς φρουρὸν ἡμῶν σωτήριον.
ὁ β’ χορὸς
Στίχ. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὅπλον ἡμῖν ἄρρηκτον ἐδόθης, δι᾿ οὗ νικῶμεν πάσας, τὰς ἐνέδρας τῶν ἀντικειμένων, θεῖε
Σταυρέ, οἱ ψυχῆς εὐθύτητι, ἱερῶς σε ἀσπαζόμενοι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἅγιος ναὸς τοῦ ἐν Ἁγίοις, ἐπαναπεπαυμένου, ἐχρημάτισας Θεογεννῆτορ· ὅθεν ἡμᾶς, τοὺς
πιστῶς ὑμνοῦντάς σε, ἁγιάζεις Μητροπάρθενε.
Tῶν Ἐγκαινίων
10
Θύσω σοι, μετὰ φωνῆς
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, νῦν τῆς σεπτῆς Ἐκκλησίας, καὶ ἐθνῶν μητέρα
ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ
τύπῳ σημειουμένην, καὶ σκιάζει, ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, στεφανοῦται κάλλει τῷ
ἀπροσίτῳ, καὶ διαδήματι, τῆς βασιλείας ἐγκαλλωπίζεται.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα
περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε.
Τοῦ Ἁγίου
Μαινομένην κλύδωνι
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καθαρῶς ποιούμενος, τὰς εὐχάς σου, Ἄγγελον Θεοῦ, φανερῶς τεθέασαι μυοῦντά σε, τὰ
κρείττονα, καὶ σωτηρίας ἐχόμενα.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπρυνθεὶς τῷ πνεύματι, φωτοβόλος γέγονας ἀστήρ, φωτοβόλοις λάμψεσι τὰ πέρατα,
φωταγωγῶν, Ἱερομύστα Κορνήλιε.
ὁ β’ χορός
Δόξα Πατρί...
Ἐπιγνοὺς τὸν Κύριον, ὁ τῇ πλάνῃ πρώην σκοτισθείς, ἀνανεύει Μάκαρ τῇ ἐντεύξει σου, καὶ
πανοικί, θείαν εἰσδέχεται κάθαρσιν.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ὁ τῆς δόξης Κύριος, ἐξ αἱμάτων σου παρθενικῶν, ἐσαρκώθη μόνος ὡς ἐπίσταται, Πανύμνητε,
σῴζων ἡμᾶς ἀγαθότητι.
Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς...
11
Κοντάκιον τῶν Ἐγκαινίων
Ἦχος δ'
Ἐπεφάνης σήμερον
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ
ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.
Ὁ Οἶκος
Ἐπιδημήσαντος ἡμῖν, τοῦ Λόγου κατὰ σάρκα, ὁ τῆς βροντῆς μὲν γόνος φησὶ καθυπογράφων·
Ἐθεασάμεθα φαιδρῶς τὴν δόξαν, ἣν εἶχεν ὁ Υἱὸς παρὰ τοῦ Πατρός, ἐν ἀληθείας χάριτι. Ὅσοι
δὲ πίστει τοῦτον ἐλάβομεν, ἔδωκε τοῖς πᾶσιν ἐξουσίαν, τοῦ γενέσθαι τέκνα Θεοῦ, οἳ οὐκ ἐξ
αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἀναγεννηθέντες, ἀλλ᾿ ἐκ Πνεύματος Ἁγίου
ἐπαυξηθέντες, οἶκον προσευχῆς ἐπήξαμεν, καὶ βοῶμεν· Τοῦτον τὸν οἶκον στερέωσον Κύριε.
Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν
Ἀναστάσεως.
Στίχοι
·
Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,
·
Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.
·
Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Στίχοι
·
Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις,
·
Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν Χριστέ μου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος,
Σελεύκου, Μακροβίου, Γορδιανοῦ, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ, καὶ Οὐαλεριανοῦ.
Ὁ ὅσιος πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ὅσιος νέος Ἱερόθεος ὁ Ἰβηρίτης, ὁ κατὰ τὸ 1720 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται.
12
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος πλ. δ'
Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν
δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον
ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
ᾠδὴ γ'
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ
στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,...
ὁ α’ χορός
...εἰς κράτος καὶ στερέωμα.
ὁ β’ χορὸς
ᾠδὴ δ'
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου
τὴν θεότητα.
ὁ α’ χορός
ᾠδὴ ε'
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ
ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς
ψυχαῖς ἡμῶν.
ὁ β’ χορὸς
ᾠδὴ Ϛ '
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος
προδιετύπου σαφῶς΄ ὃθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ
σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
ὁ α’ χορός
ᾠδὴ ζ'
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας
θεοστυγοῦς΄ ὃμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ'
ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
13
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν
συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν
παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς
γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς
πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ
ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ
μεγαλύνομεν.
Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορὸς
Τοῖς Μαθηταῖς συνέλθωμεν
14
Ἐν Γολγοθᾷ ὁ Κύριος, ὑψωθεὶς ἑκουσίως, ἐπὶ Σταυροῦ εἰργάσατο, τὴν ἡμῶν σωτηρίαν, καινίσας
πᾶσαν τήν κτίσιν, τάφῳ δέ ζωοδόχῳ, ἐτέθη καὶ τριήμερος, ὡς Θεὸς ἐξανέστη, οὗ τῆς λαμπρᾶς,
καὶ σεπτῆς ἐγέρσεως ἐκτελοῦμεν, σὺν ἀσωμάτοις τάξεσι, τὰ ἐγκαίνια πάντες.
ὁ β’ χορός
Ἕτερον ὅμοιον
Μέσον τῆς γῆς ὁ Κύριος, καὶ Θεὸς σωτηρίαν, διὰ Σταυροῦ εἰργάσατο, σαρκωθεὶς ἑκουσίως, εἰς
ἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ, τριήμερος ἐγήγερται, καὶ ζωῆς ἀρραβῶνα, τὴν
ἑαυτοῦ, προδεικνύει ἔγερσιν, ἧς ἐν πίστει, τελοῦμεν τὰ ἐγκαίνια, τοῦ Θεοῦ σὺν Ἀγγέλοις.
ὁ α’ χορός
Θεοτοκίον ὅμοιον
Μετ᾿ εὐφροσύνης κράζομεν, σοὶ τὸ Χαῖρε Παρθένε· χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδὰμ καὶ τῆς
Εὔας· Χαῖρε δι᾿ ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρὸς δόξαν ὑπερκόσμιον, τοῦ Υἱοῦ καὶ Θεοῦ
σου, χαῖρε δι᾿ ἧς, ὑπ᾿ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς πανύμνητε…..
ὁ β’ χορός
…… Θεοτόκε Μαρία.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἔδωκας σημείωσιν
Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος, τῆς Χριστοῦ ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται,
φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ, τάφος ὁ θεῖος τὴν ζωήν, καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον,
βλυστάνει ῥεῖθρα χάριτος· θαυμάτων βρύει τὰ νάματα, καὶ δωρεῖται ἰάματα, τοῖς αὐτὸν πίστει
μέλπουσιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
15
Ἤστραψεν ἡ ἄνωθεν, φωτοφανὴς αἴγλη λάμπουσα, καὶ τὰ πάντα φωτίζουσα· πιστῶς οὖν
τιμήσωμεν, τὴν Χριστοῦ τοῦ Κτίστου, ἀνάστασιν πάντες, καὶ ἐγκαινίων ἱερῶν, τὴν ζωηφόρον
θείαν πανήγυριν, ἐν ὕμνοις ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν, ὅπως ἵλεων εὕρωμεν,
τὸν Σωτῆρα καὶ Κύριον
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
Μέσον γῆς ὑψούμενον, προκατιδεῖν ἐφιέμενοι, τοῦ Σταυροῦ σκῆπτρον ἅγιον, ψυχὰς
προκαθάρωμεν, ἀστραφθῶμεν φρένας, φωτὶ λαμπρυνθῶμεν, καὶ ἐν δυνάμει θεϊκῇ,
καταυγασθέντες Χριστὸν ὑμνήσωμεν, τῷ ξύλῳ τῷ σεπτῷ αὐτοῦ, ἁγιασμὸν παρεχόμενον, τοῖς
ἐν πίστει γεραίρουσι, καὶ θερμῶς αὐτὸν μέλπουσιν
Ἔτερα Στιχηρὰ Ἰδιόμελα
ὁ β’ χορός
Ἦχος α'
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἰωάννου Μοναχοῦ
Ἐγκαινίζου ἐγκαινίζου ἡ νέα Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ
ἀνατέταλκε· Τοῦτον τὸν οἶκον ὁ Πατὴρ ᾠκοδόμησε, τοῦτον τὸν οἶκον ὁ Υἱὸς ἐστερέωσε· τοῦτον
τὸν οἶκον τὸ Πνεῦμα τὸ Ἅγιον ἀνεκαίνισε, τὸ φωτίζον καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς
ἡμῶν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ αὐτὸς Ἀνατολίου
Πάλαι μὲν ἐγκαινίζων τὸν ναὸν ὁ Σολομών, ἀλόγων ζῴων θυσίας, καὶ ὁλοκαυτώματα
προσέφερε Κύριε, ὅτε δὲ ηὐδόκησας Σωτὴρ τοὺς τύπους μὲν ἀργῆσαι, γνωσθῆναι δὲ τὴν
ἀλήθειαν, ἀναιμάκτους θυσίας, τὰ πέρατα τοῦ κόσμου προσφέρει τῇ δόξῃ σου· πάντων γὰρ
δεσπόζων, τὰ πάντα ἁγιάζεις τῷ Ἁγίῳ Πνεύματι.
ὁ β’ χορός
Ἦχος δ'
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Ἰωάννου Μοναχοῦ
Ἐγκαινίζεται σήμερον ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῷ τιμίῳ καὶ ζωηρύτῳ αἵματι, τῆς ἀχράντου καὶ
ἀκηράτου πλευρᾶς, τοῦ σαρκωθέντος ἐκ τῆς Ἁγίας Παρθένου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· διὸ
ἀθροισθεῖσαι τῶν πιστῶν αἱ χορεῖαι, δοξάσωμεν τὸν Πατέρα καὶ Υιόν, καὶ τὸ Ἅγιον Πνεῦμα,
τὴν μίαν Θεότητα, τὴν κρατοῦσαν τὰ σύμπαντα.
ὁ α’ χορός
Δόξα... Ἦχος γ'
Πρὸς σεαυτὸν ἐπανάγου ἄνθρωπε, γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ ἐγκαίνια,
ἕως καιρός, ὁ βίος ἐγκαινιζέσθω σοι, πάσης πολιτείας ὁδός, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε
τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφόρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενος· οὕτως
ἐγκαινίζεται ἄνθρωπος, οὕτω τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα.
16
ὁ β’ χορός
Καὶ νῦν...
Ὁ αὐτὸς Ἰωάννου Μοναχοῦ
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν
ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ
δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ
παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε
μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς
μόνος παντοδύναμος.
Δοξολογία Μεγάλη
εἰς ἦχον γ΄
ὁ α’ χορός
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
ὁ β’ χορός
 Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
 Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ
Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
 Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
 Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
 Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
 Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
17
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι
τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
 Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον τῶν Ἐγκαινίων Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου
σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν,
18
τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ
καὶ ἀνάστασις.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α'
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου
ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ β’ χορός
Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορός
Δόξα Πατρί...
ὁ β’ χορός
Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
ὁ β’ χορός
Ἦχος πλ. α'
Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ
περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς
μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
19
ὁ β’ χορός
Δόξα Πατρί...
ὁ α’ χορός
Καὶ νῦν...
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν
ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν
τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορός
Στίχ Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμέραν.
Ἀπολυτίκιον τῶν Ἐγκαινίων Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου
σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν,
τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ
καὶ ἀνάστασις
ὁ β’ χορός
Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Ὡς τοῦ ἄνω στερεώματος………………….
Εἰσοδικὸν
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις
θαυμαστὸς.....
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον ἦχος β'
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ
προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς
Θεοτόκου, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Ἀπολυτίκιον τῶν Ἐγκαινίων Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου
σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν,
20
τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ
καὶ ἀνάστασις
ὁ α΄ χορός
Ἀπολυτίκιον Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις, τὸν φωτισμὸν τῆς εὐσεβείας ἐδέξω καὶ ἀποστόλων
σύμπονος ἐδείχθης ἀληθῶς· τούτοις κοινωνήσας γάρ, δι' ἐνθέων καμάτων τοῦ Χριστοῦ τὴν
σάρκωσιν ἀνέκραξας πᾶσι· μεθ' ὧν δυσώπει σῴζεσθαι ἡμᾶς τοὺς σὲ τιμῶντας, παμμάκαρ
Κορνήλιε.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον τῶν Ἐγκαινίων
Ἦχος δ' Ἐπεφάνης σήμερον
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες
κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.
Τρισάγιον.
Ἀπόστολος
Προκείμενον. Ἦχος γ'
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα (2:6-9)
Ἀδελφοί, σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν
ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ,
τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν
ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης
ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται, Ἅ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ
καρδίαν ἀνθρώπουν οὐκ ἀνέβη, ἃ ἠτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Ἀλληλούϊα. Ἦχος πλ. α΄
Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Στίχ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.
Ἐκ τοῦ κατὰ Ματθαῖον1
1
Σύμφωνα με άλλα τυπικά προτείνεται ως Ευαγγέλιο :
Ἐκ τοῦ κατὰ Ματθαῖον
(ι΄ 37 - ια΄ 1)
Εἶπεν ὁ Κύριος· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν,
καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν
21
(ιστ΄ 13 – 19)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς
αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· Οἱ μὲν
Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς·
Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ
τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ
αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ
Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ
κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ
τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν
τοῖς οὐρανοῖς.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό ᾽Εξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
ὁ β’ χορός
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Ἀλληλούϊα
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι
ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ
ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)
https://agioskosmasoaitolos.wordpress.com
ἀποστείλαντά με. ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα
δικαίου μισθὸν δικαίου λήψεται. καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν
λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη
ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
22
Author
Document
Category
Uncategorized
Views
1
File Size
774 KB
Tags
1/--pages
Report inappropriate content