ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ ΓΕΝΙΚΑ

ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ ΓΕΝΙΚΑ
Ὁσίας Μητρός Ἦχος πλ. δ΄.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς, διεσώθη τὸ κατ᾿ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ καὶ
πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου·
διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, ὁσία ..............,
τὸ πνεῦμά σου.
Ὁσίου Πατρός Ἦχος πλ. δ΄.
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ᾿ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ
πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται
γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ
καὶ μετὰ Ἀγγέλων συναγάλλεται, ὅσιε .................. τὸ
πνεῦμά σου.
Ὁσιομάρτυρος Ἁγίας Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ Ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ
Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω
διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾿ ὡς θυσίαν ἄμωμον, προσδέχου
τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁσίων Πατέρων Ἦχος δ΄.
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν,
κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου
ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἱεράρχου Ἦχος δ΄.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας
διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά,
τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ ἱεράρχα ................·
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἱεράρχου Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Μεθόδιε σοφέ, ταῖς διδαχαῖς σου
πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἱερομάρτυρος Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τῆν πρᾶξιν εὗρες θεόπνευστε, εἰς
θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας
ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, ἱερομάρτυς ................... Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μαρτύρων Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ ἰσχύν σου, τοὺς τυράννους καθεῖλον·
ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν
ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Προφήτου Ἦχος β΄.
Τοῦ προφήτου σου ........... τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν.
ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Στρατολογίᾳ ἀληθῇ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε· ὅπλοις
γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καί κατεξωλόθρευσας τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης
ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.
Ἀπολυτίκιο Ἦχος πλ. α΄.
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν
ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδαζον, τῆς βασιλείας τὰ
σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀπολυτίκιο Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία,
λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Ἀπολυτίκιο Ἦχος δ΄.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης
διδάσκαλοι, τῷ ∆εσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ
μέγα ἔλεος.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ
δεύτερος πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ
ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐκλισσαίῳ τήν χάριν,
νόσους ἀποδιώκει, καί λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς
τιμῶσιν αὐτόν, βρύει ἰάματα.