11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. † ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α´. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου (†529). Ἦχος πλ. β´. Ἑωθινὸν θ´. (τυπικὸν 6ης Ἰαν., §§39‐41) * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. β´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β´. Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμε‐ νος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύ‐ ριε δόξα σοι. Δόξα. Τοῦ ὁσίου. Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στε‐ ναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφό‐ ρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγα‐ πητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ‐ σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος... * * * ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. β´. Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομέ‐ νου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐρ‐ γάται, κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Κύριε, παρίστατο τῷ τάφῳ σου, Μαρία ἡ Μα‐ γδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα σοι. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, δια‐ βιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰ‐ κόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀ‐ ψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χρι‐ στὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. 1 Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β´. Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν. * * * Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐ‐ χθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος. [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Δόξα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου. Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμη‐ νεύει Συμεὼν τὴν ἔγερσιν, τὴν ἔνθεον ἀθά‐ νατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας· ἀνέστης δὲ ἄ‐ νευ φθορᾶς, ὡς Δεσπότης τοῦ κόσμου εἰς σω‐ τηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Θεοφανείας ὁ καιρός· Χριστὸς ἐπέφανεν ἡ‐ μῖν, ἐν Ἰορδάνῃ ποταμῷ· δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβα‐ τον ζητῶν τὸ θηριάλωτον· καὶ ἀνευρὼν εἰσή‐ γαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κό‐ σμον ἐφώτισε. Εἰς δὲ τὴν γ´ Στιχολογίαν, τὸ μετὰ τὸν Πολυέλεον Κάθισμα τοῦ Ὁσίου. Ἦχος γ´. Θείας πίστεως. Θείας αἴρων σου χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενό‐ μενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἡ Παρθένος σήμερον. Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βα‐ πτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρό‐ μου· ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗ‐ τός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου· καὶ τὸ ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α´. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐ τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν. 2 Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´) Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί Σου... * * * ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. β´. Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡ‐ μῶν. Ἀντίφωνον Γ´. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτεί‐ νει. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω. Προκείμενον. Ψαλμὸς πθ´ (79). Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλ‐ θὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς) Στίχ. Ὁ ποιμαίνων Ἰσραήλ, πρόσχες, ὁ ὁδη‐ γῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου... Οἱ Ἀναβαθμοί. Ἦχος πλ. β´. * * * Ἀντίφωνον Α´. ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους, καταρ‐ τίζων εὔχρηστα, σκεύη σου Λόγε. Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾿ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω. Ἀντίφωνον Β´. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντι‐ σχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶν‐ τες γὰρ ἔνθεν ὑψοῦνται. Τοῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐ‐ χθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων; Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ. Κύριε, ἐλέησον. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐ γίου Εὐαγγελίου. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγ‐ γελίου τὸ ἀνάγνωσμα. 3 Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Θ´ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 19‐31). Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅ‐ που ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φό‐ βον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μα‐ θηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλ‐ κέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκρά‐ τηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγό‐ μενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐ‐ ὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθη‐ ταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέ‐ γει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπί‐ στευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύ‐ σαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐ‐ ποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐ‐ τοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τού‐ τῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵ‐ να πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐ‐ τοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐ σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐ μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐ νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐ γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐ σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐ λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον. 4 Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐ σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. ΟΙ ΚΑΝΟΝΕΣ Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐ των. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. * * * Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, ὁ α´ τῆς ἑορτῆς καὶ ὁ τοῦ ὁσίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντού‐ μενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρι‐ κῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄ‐ δομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προστα‐ χθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾿ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν ἀνάστασιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀ‐ ληθῶς, ἐδείχθης Δέσποινα. Τῆς ἑορτῆς ὁ α´ κανών. Κανὼν τοῦ Κυρίου Κοσμᾶ, οὗ ἡ ἀκροστιχίς· Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος. ᾨδὴ α´. Ἦχος β´. Βυθοῦ ἀνεκάλυψε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰ‐ ορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευ‐ 5 όντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος· ὅτι δεδόξασται. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Πυρὶ τῆς Θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφι‐ εσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξα‐ σται. ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑ‐ ψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος· ὅ‐ τι δεδόξασται. Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτί‐ σις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, πα‐ λάμῃ τοῦ δι᾿ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο. Τοῦ ὁσίου. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσε. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὡς σοφὸς ταξίαρχος ἡμῶν, Πάτερ Θεοδόσιε, θεοπρεπῶς τὴν ᾠδὴν προανάκρουσον, τῷ ἐ‐ πιδημήσαντι, εἰς παγκόσμιον σωτηρίαν Χρι‐ στῷ τῷ Θεῷ, καὶ τὴν παναγίαν μνήμην σου, σὺν ἑαυτῷ δοξάσαντι. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐξ ἐρήμου Πρόδρομος Χριστοῦ, τῆς Ἀαρωνί‐ τιδος, ὁ Ἐλισάβετ βλαστὸς προελήλυθεν· ἐν τῇ Κολυμβήθρᾳ δέ, Θεοδόσιος γεννηθεὶς διὰ Πνεύματος, ἐρημοπολίτης γέγονε, τῷ Ἰησοῦ ἑπόμενος. Δόξα. Βαπτισθέντος ῥείθροις τοῦ Χριστοῦ, τῆς Ἰσ‐ ραηλίτιδος, συναγωγῆς καθαιρεῖται τὸ φρύ‐ αγμα· ἐν τῇ Ἐκκλησίᾳ δέ, ἡ ἰσάγγελος πολι‐ τεία πεφύτευται· ἣν ἀνεπιστρόφως ἤνυσας, παμμάκαρ Θεοδόσιε. Καὶ νῦν. Θεοτοκίον. Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξὶ σὲ καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέ‐ σποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπὲρ λόγον ἀπε‐ κύησας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄ‐ πνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖ‐ ται, πᾶσιν ἡ ἀνάστασις. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερ‐ φυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μέ‐ νεις ἀειπάρθενος. Τῆς ἑορτῆς. Ἦχος β´. Ἰσχὺν ὁ διδούς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμε‐ ρον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾿ ὕδα‐ τος καὶ Πνεύματος, υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡ‐ μῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. (δίς) Τοῦ ὁσίου. Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 6 Ὁ ὕδασι στεγάζων, τὰ ὑπερῷα Κύριος, σωμα‐ τικῶς τὰ ῥεῖθρα, τοῦ Ἰορδάνου περιεβάλετο· ἐν ᾧ ἐστερεώθη ἡ καρδία μου. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ φῶς ἐν Ἰορδάνῃ, τὸ θεῖον λάμψας βλάστη‐ μα, τοῖς ἐπὶ γῆς θεόσδοτον, εὐλογίας καὶ προ‐ αιρέσως, ἀγαθῆς σε προφαίνει Θεοδόσιε. Δόξα. Κατέλιπες τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ Ὅσι‐ ε, τὴν τελεσθεῖσαν γύμνωσιν, τοῦ Δεσπότου ἐκμιμησάμενος, ἐπὶ τοῦ Ἰρδάνου Θεοδόσιε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἰορδάνης τῷ ρείθρῳ καθυπουργεῖ· Ἰωάννης ἐ‐ κτείνει χεῖρα φθαρτήν, φανέντος σου ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα· ἀλλ᾿ ὁ μὲν ἐστρέ‐ φετο, εἰς τὰ ὀπίσω φόβῳ· ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον· ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ Πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσ‐ σας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐ‐ πέλαμψεν· ἄνωθεν Υἱόν σε ὀνομάζει ὁ Γεννή‐ τωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Καὶ νῦν. Θεοτοκίον. * * * Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάνα‐ γνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διό σε Θεότοκε πίστει σέβο‐ μεν. ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. Κοντάκιον τῆς ἑορτῆς. Ἦχος δ´. Αὐτόμελον. Τῇ ζωαρχικῇ, παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν, κευθμώνων ὁ ζωοδότης, ἀνα‐ στήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνά‐ στασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι· ὑ‐ πάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ὁ Οἶκος. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀ‐ πρόσιτον. Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα, ἀ‐ νυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύ‐ ναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανά‐ του καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξο‐ λογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθε‐ λόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύ‐ σαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν σου, δι᾿ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... * * * ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Καὶ τὸ κάθισμα τοῦ ὁσίου ἐκ τοῦ Μηναίου. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων ἀοίδιμε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶ‐ σθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅ‐ θεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, πα‐ ρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεο‐ φόρε Θεοδόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ‐ ορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Συναξάριον. Τῇ ΙΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς Ἐρήμου. 7 Στίχ. Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου, Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία. Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἔνδον τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμ‐ βόλοις. Στίχ. Τοὺς ἐξυμνοῦντας τὸν Τρισάγιον Ὕμνον· Ὕμνοις γεραίρειν εἰκός ἐστιν Ἀγγέλους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιαναῖς, καὶ τῶν Ἁγίων Θεοδώ‐ ρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου. Στίχ. Οἱ τρεῖς Τριάδος νῦν παρίστανται θρόνῳ, Τὴν γῆν λιπόντες καὶ κατοικοῦντες πόλον. Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται. Στίχ. Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις· Μὴ δειλιᾷς Μάϊρε· πλήττου, καὶ στέφου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ, Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας. Ὁ Ὅσιος Θεοδόσιος, ἡγούμενος τῆς ἐν Ἄθῳ ἱ‐ ερᾶς Μονῆς τοῦ Φιλοθέου καὶ ἐπίσκοπος Τραπεζοῦντος χρηματίσας, ἐν εἰρήνῃ τελει‐ οῦται. Στίχ. Θεοδοσίῳ ἐπλάκη διπλοῦν στέφος, Ὡς ἱεράρχῃ καὶ Ὁσίῳ Κυρίου. * Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην κοινὴν ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας τοῦ Ἁγίου Βασιλείου, ἧς τὰ μέλη· Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν, Βασίλειος ὁ Μέγας, Γρη‐ γόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυ‐ κράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι Γυναῖκες Μακρί‐ να καὶ Θεοσέβεια. Στίχ. Γενεὰν γεραίρομεν ἡγιασμένην, Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου. Δεκάτῃ γε ὀκτάριθμον ὁμήγυριν ἀείδω. Σημ. Ἀρχικῶς ἡ Ἀκολουθία (Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) ἐποιήθη διὰ τὴν Ι´ τοῦ μηνὸς Ἰανουαρί‐ ου. Συμφώνως τῇ ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, τῆς 4ης Σεπτεμβρίου 1999, ὡρίσθη ὡς ἡμέρα ἑορτασμοῦ ἡ Κυριακὴ μετὰ τὰ Φῶτα ἑκάστου Ἰανουαρίου. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ‐ μᾶς. Ἀμήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ Τῶν Θεοφανείων (ἰαμβικαί) (Ψάλλονται ἀπὸ 2ας μέχρι 5ης Ἰανουαρίου μόναι αἱ πεζαί, ἀ‐ πὸ 7ης μέχρι 13ης Ἰανουαρίου μόναι αἱ ἰαμβικαί, τῇ δὲ 1ῃ, 6ῃ καὶ 14ῃ Ἰανουαρίου ἀμφότεραι.) ᾨδὴ α´. Ἦχος β´. Στείβει θαλάσσης * κυματούμενον σάλον, Ἤπειρον αὖθις, * Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος * τριστάτας Αἰγυπτίων Ἔκρυψεν ἄρδην * ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ * δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ´. Ὅσοι παλαιῶν * ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων * συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν * καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες * ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς * ἥδεται δωρημάτων. ᾨδὴ δ´. Πυρσῷ καθαρθεὶς * μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης * τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν * Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν * ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν * τὰ κράτη συνετρίβη. ᾨδὴ ε´. Ἐχθροῦ ζοφώδους * καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει * Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν * ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον * εἰς θυμηδίαν, Μόνοις προσιτήν, * οἷς Θεὸς κατηλλάγη. ᾨδὴ Ϛ´. Ἱμερτὸν ἐξέφηνε * σὺν πανολβίῳ Ἤχῳ Πατήρ, * ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος * συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν * ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν * καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ´. Ἔφλεξε ῥείθρῳ * τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου * τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν * εὐσεβεῖς κατευνάσας· 8 Τὴν δυσκάθεκτον * ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δὲ * τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η´. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἐλευθέρα μὲν * ἡ κτίσις γνωρίζεται· Υἱοὶ δὲ φωτὸς * οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει * τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω * συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα * τῶν ἐθνῶν παγκληρία. * * * Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. Μεγάλυνον, ψυχή μου, * τὴν λυτρωσαμένην * ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν* τοῦ τόκου σου θαυμάτων, Νύμφη πάναγνε, * Μῆτερ εὐλογημένη! Δι᾿ ἧς τυχόντες * παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν * ὡς εὐεργέτῃ, Δῶρον φέροντες * ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´. Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰ‐ σῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύμα‐ τος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δε‐ σμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας· καὶ ὀκτὼ μεθ᾿ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θω‐ μᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ᾿ οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. Τοῦ ὁσίου. Γυναῖκες ἀκουτίσθητε. Τὸν νοῦν καθάρας Ὅσιε, τῆς τῶν παθῶν συγ‐ χύσεως, τρανῶς ἐδέξω τὰς θείας, ἐμφάσεις τῆς ὑπερφώτου, καὶ τριλαμποῦς Θεότητος, παμμάκαρ Θεοδόσιε, τῶν Ἀσκητῶν ἀγλάϊ‐ σμα· καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡ‐ μῶν θεοφόρε. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 9 Τῆς Ἑορτῆς. Ὅμοιον. Αὐτόμελον. Βαβαὶ τῶν θείων ἔργων σου, Σωτήρ μου παν‐ τοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθέ‐ νου μήτραν ὑπέδυς· καὶ σάρξ ἀτρέπτως γέγο‐ νας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου Δέ‐ σποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου, τῶν ψυ‐ χικῶν ἁμαρτάδων. Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. * * * Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν. ΑΙΝΟΙ Καὶ τῆς ἑορτῆς, ἐκ τοῦ Μηναίου, τῶν αἴνων τῆς Ϛ´ Ἰανουαρίου ὡς μεθέορτα, ἰδιόμελα δ´.* Ἦχος πλ. β´. Ἦχος α´. Γερμανοῦ τοῦ Πατριάρχου. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. β´. Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑ‐ πάρχει τῷ λαῷ σου· καὶ ἐπ᾿ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐ‐ λέησον ἡμᾶς. Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐ τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐ ως αὐτοῦ. Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρω‐ θέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦ‐ μεν· ἐλέησον ἡμᾶς. Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσω‐ μεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐ‐ τὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀ‐ νάστασις· ἐλέησον ἡμᾶς. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀ‐ νεκαίνισας. Στίχ. ζ´. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδά‐ νης ἐστράφη εἰς τὰ ὀπίσω. Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χει‐ ροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμε‐ νος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. η´. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φω‐ τισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾿ ἡ‐ μῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο κα‐ θάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λου‐ τροῦ σωτηρία, δι᾿ ὕδατος τὸ Πνεῦμα, διὰ κα‐ ταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. * Ὡς πρὸς τὰ ψαλτέα μεθέορτα τῶν αἴνων σημειοῦμεν τὰ ἑ‐ ξῆς. α) Εἰς τὰ λειτουργικὰ βιβλία τῆς Ἐκκλησίας δὲν ἐπιγρά‐ φονται ὕμνοι τινὲς ὡς μεθέορτοι, ἀλλ᾿ οὕτω καλοῦνται ὕμνοι 10 τῆς ἑορτῆς, ἐφόσον ψάλλονται κατὰ τὴν μεθέορτον περίο‐ δον. β) Τὰ ἀπαντώμενα εἰς τὰς μεθεόρτους ἡμέρας προσό‐ μοια πρὸς τὰ «Αἱ ἀγγελικαὶ» καὶ «Οἶκος τοῦ Ἐφραθᾶ» ὁρί‐ ζονται ὡς ἀπόστιχα τοῦ ἑσπερινοῦ καὶ τοῦ ὄρθρου, διὰ τοῦτο κατ᾿ ἀκρίβειαν δὲν ψάλλονται εἰς τὸ «Πᾶσα πνοὴ» οὔτε εἰς τὸ «Κύριε, ἐκέκραξα», ὡς ἐμφαίνεται καὶ ἐν τῇ Παρακλητικῇ. Βλ. καὶ Ἡμερολόγιον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἔτους 1970, σελ. 196‐197. Ὅπου δ᾿ ἐπισημότερον ἑορτάζεται ὁ ὅσιος Θεοδόσιος, λέγονται ἀντὶ τῶν τῆς ἑορτῆς οἱ αἶνοι τοῦ ἁγίου εἰς δ´ (ΤΜΕ σελ.154). Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Οἶκον τῶν ἱερῶν ἀρετῶν, προκαταστήσας σε‐ αυτὸν Θεοδόσιε, τὸν θεῖον τῆς Θεοτόκου, κα‐ τηξιώθης ναόν, κατοικεῖν καὶ τοῦτον ἐπισκέ‐ πτεσθαι· Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας· τῆς ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡ‐ ραιότητα, ἥν περ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅ‐ σιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς αὐ‐ τὸν ἀνανεύοντας, Αὐτὸν δωρηθῆναι, ταῖς ψυ‐ χαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πόνοις ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας μι‐ μητὴς ἐχρημάτισας, παμμάκαρ τοῦ σοῦ Δε‐ σπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμέ‐ νης πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορη‐ γῶν θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δό‐ σις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκή‐ ρυξας Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. ζ´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Φλόγα τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανό‐ θεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτή‐ ριον, οἰκοδομῆσαι, καὶ ψυχῶν φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, θήκαις ὁσίαις παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώ‐ πει, τὸ μέγα ἔλεος. Στίχ. η´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό‐ δρα. Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἑορτά‐ ζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε· ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας· ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμε‐ νος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δο‐ θῆναι, τὸ μέγα ἔλεος. Δόξα. Ἑωθινὸν Θ´. Ἦχος πλ. α´. Ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰ‐ σόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου ἀνάστα‐ σιν· ἀλλ᾿ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐ‐ ξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας κατα‐ βαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡ‐ μῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι. * * * 11 Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐ αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐ δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐ αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐ ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐ έλεε. * * * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα… Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. [Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς.] Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ριγ´ (113). Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐ ματά σου. (ἐκ γ´) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Στίχ. α´. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ´ 1‐ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐ σον ἡμᾶς. Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Στίχ. β´. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορ‐ δάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ´ 3) Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 12 Στίχ. γ´. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ´ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ´. Ἦχος β´. Ψαλμός ριζ´ (117). Στίχ. δ´. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ´ 7) Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ´ 1) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ριδ´(114). Στίχ. α´. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ´ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰ‐ ωάννου βαπτισθείς, * ψάλλοντάς σοι, Ἀλλη‐ λούϊα. Στίχ. β´. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ´ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … Στίχ. γ´. Περιέσχον με ὠδῖνες θανάτου, κίν‐ δυνοι ᾅδου εὕροσάν με. (ριδ´ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … Στίχ. β´. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ´ 2) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Στίχ. γ´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔ‐ λεος αὐτοῦ. (ριζ´ 4) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... * * * ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. * * * Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τοῦ ὁσίου. Στίχ. δ´. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ´ 5) Τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, … Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς. Κοντάκιον τῆς ἑορτῆς. (τῇ Ϛ´ Ἰανουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος δ´. Αὐτόμελον. Ἐπεφάνης σήμερον * τῇ οἰκουμένῃ, * καὶ τὸ φῶς σου, Κύριε, * ἐσημειώθη ἐφ᾿ ἡμᾶς, * ἐν ἐ‐ πιγνώσει ὑμνοῦντάς σε· * Ἦλθες, ἐφάνης, * τὸ φῶς τὸ ἀπρόσιτον. * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ * * * 13 ΑΠΟΣΤΟΛΟΣ Τοῦ ὁσίου, τῇ Κυριακῇ τῆς ιε´ ἑβδομάδος. Προκείμενον ὁσιακὸν καὶ Ἀλληλούϊα τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε´). Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάν‐ των, ὧν ἀνταπέδωκεν ἡμῖν; Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀ‐ νάγνωσμα. (δ´ 6‐15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύε‐ σιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐ‐ ξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκατα‐ λειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολ‐ λύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰ‐ ησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερω‐ θῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον πα‐ ραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰη‐ σοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥ‐ στε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰ‐ ησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παρα‐ στήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐ‐ χαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θε‐ οῦ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐ σεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ‐ λήθειά σου. ΕΥΑΓΓΕΛΙΟΝ Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Ματθ. δ´ 12‐17) Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάν‐ νης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαί‐ αν· καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κα‐ τῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσί‐ αν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Γῇ Ζαβουλὼν καὶ γῇ Νεφθαλείμ, ὁ‐ δὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαί‐ α τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρα‐ νῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. * * * Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. * * * Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´). Κοινωνικόν. Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσο‐ μαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ‐ λήθειάν σου ἐν τῷ στόματί μου. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐ λούϊα. 14 Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… Ἦχος β´. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐ σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐ καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐ ληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) Ἀπόλυσις· Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτι‐ σθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρί‐ αν καὶ ἀναστὰς ἐκ νεκρῶν... Δι᾿ εὐχῶν... Ἀμήν. * * * * * ΠΑΡΑΡΤΗΜΑ ᾨδαὶ δ´‐θ´ τῶν κανόνων. ᾨδὴ δ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σε‐ πτὴ Ἐκκλησία, θεοπρεπῶς, μέλπει ἀνακρά‐ ζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτά‐ ζουσα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζω‐ ὴν ἡμῖν ἐβλάστησεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οὐκ ἔτι ὄφις μοι, ψευδῶς τὴν θέωσιν, ὑπο‐ βάλλει· Χριστὸς γάρ, ὁ θεουργός, τῆς ἀνθρώ‐ πων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε, θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστή‐ ρια. Τῆς ἑορτῆς. Ἦχος β´. Ἀκήκοε Κύριε φωνῆς σου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε ὕδασιν ἀπαύγα‐ σμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκ‐ πλύνω, καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μω‐ σῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φω‐ νήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄ‐ ψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χει‐ ροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κα‐ τήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗ‐ τος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Τοῦ ὁσίου. Ἦχος β´. Ἐλήλυθας, ἐκ Παρθένου. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐν ὕδασι, κεφαλὰς τῶν δρακόντων συνέτρι‐ ψας, καὶ διὰ τοῦ Πνεύματος, Λόγε Θεοῦ ἀνε‐ καίνισας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγά‐ ζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τοῦ κλίναντος, κορυφὴν τῷ Προδρόμῳ μιμού‐ μενος, Χριστοῦ τὸ ὑπήκοον, καὶ τὴν ἀρίστην 15 ταπείνωσιν, Πάτερ Θεοδόσιε, πρὸς ἀρετῶν ἀ‐ νηνέχθης πύργον ἄσειστον. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῇ Παρθένῳ, καὶ Μητρὶ λειτουργήσας Χρι‐ στοῦ τοῦ Θεοῦ, τὴν ἀκαταμάχητον, χάριν ἐ‐ δέξω τοῦ Πνεύματος, Πάτερ Θεοδόσιε, καὶ δυσμενεῖς ἀοράτους καταβέβληκας. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν Μάγων σε, τὸ ἀοίδιμον ἄντρον δεξάμε‐ νον, δωροφόρον ἔδειξε, τῷ δι᾿ ἡμᾶς βαπτι‐ σθέντι Χριστῷ, πίστιν Θεοδόσιε, καὶ σὺν ἐλπί‐ δι ἀγάπην προσκομίζοντα. Δόξα. Τοῖς πάθεσι, τοῦ Δεσπότου Χριστοῦ δυναμού‐ μενος, τὸ τῆς συνειδήσεως, πόθῳ ἀνέτλης μαρτύριον, Πάτερ Θεοδόσιε, τῷ ζοφερῷ προ‐ σπαλαίων κοσμοκράτορι. Καὶ νῦν. Θεοτοκίον. Συνέλαβες, ἐν γαστρί σου ἀσπόρως, τὸν Κύ‐ ριον, καὶ τοῦτον ἐκύησας, σεσαρκωμένον τὸν σῴζοντα, κόσμον ταῖς πρεσβείας σου· διό σοι κράζομεν· Χαῖρε ἀειπάρθενε Δέσποινα. ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθρι‐ ζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζό‐ φου τῶν πταισμάτων, ἀνακαλούμενον. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογί‐ νη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰ‐ δόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, λῃστῇ ὁ‐ δοποιήσαντα, τὸν Παράδεισον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπι‐ λελησμένον, δι᾿ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας, τῇ ἀναστάσει σου. Θεοτοκίον. Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν, ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως, θεογεννήτριαν. Τῆς ἑορτῆς. Ἦχος β´. Ἰησοῦς ὁ ζωῆς ἀρχηγός. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώ‐ νει δὲ τοῖς παροῦσι· Τίς ἔδειξεν, ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρ‐ ποὺς ἀξίους Χριστῷ, ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἷς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήρι‐ ον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅ‐ λωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέ‐ γων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμε‐ νος. (δίς) Τοῦ ὁσίου. Ἦχος β´. Μεσίτης Θεοῦ. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις και‐ νουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβε‐ βλημένον δι᾿ ἀσκήσεως, κρεμαστῆρσι τό σῶ‐ μα, παμμάκαρ Θεοδόσιε. (δίς) Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι᾿ ἡμᾶς ἐπι‐ φανέντα σαρκί, σεαυτῷ ἐδομήσω, τὸν τάφον Θεοδόσιε. (δίς) Δόξα. Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδό‐ σιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει, τάφον ἀγαλλόμενος. Καὶ νῦν. Θεοτοκίον. Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐ‐ ας προηγόρευσεν, ὑπὲρ φύσιν τε τοῦτον, Θεο‐ γεννῆτορ τέτοκας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 16 ᾨδὴ στ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθο‐ ρῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λι‐ μένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀ‐ ράν, τὴν καθ᾿ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγρα‐ φον, διαῤῥήξας τὸν κόσμον ἠλευθέρωσας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. πων σου, καὶ θανὼν ὥσπερ ζῶν, ἐπιφαίνεται. (δίς) Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ καθαίρων τὸν κόσμον βαπτίζεται, δι᾿ ἐμὲ βροτός, ὁ Θεὸς κατ᾿ ἐμέ γεγονώς· ὃν ἐν δυσὶ ταῖς φύσεσι, Θεοδόσιε μάκαρ ἐκήρυξας. (δίς) Δόξα. Γλυκασμὸν εὐφροσύνης Χριστῷ τῷ Θεῷ, τῷ τῶν Μυροφόρων τὰ δάκρυα τρέψαντι, εἰς χα‐ ρὰν Θεοδόσιε, οἱ κρουνοὶ τῶν δακρύων σου ἔ‐ σταξαν. Καὶ νῦν. Θεοτοκίον. Ἀδὰμ κατενήνεκται, δι᾿ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾅδου βάραθρον· ἀλλ᾿ ὁ φύσει Θε‐ ός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ᾿ ὤμων βαστάσας συνανέστησας. Συμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν συμ‐ παθέστατον Λόγον κυήσασα, τῶν τῷ ἰδίῳ αἵ‐ ματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον. Θεοτοκίον. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγ‐ γελος τοῖς ὁσίοις παισί· τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πα‐ τέρων ἡμῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βρο‐ τοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάρα‐ χον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου. Τῆς ἑορτῆς. Ἦχος β´. Ἡ φωνὴ τοῦ Λόγου. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χρι‐ στός· οὗ τὸν ἱμάντα τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρό‐ δρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀ‐ πειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν πνεύματι δὲ καινοποιεῖ, δι᾿ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος. (δίς) Τοῦ ὁσίου. Ἦχος β´. Ἐν ἀβύσσῳ πταισμάτων. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀφθαρσίαν ἡμῖν ἐδωρήσω Χριστέ, ἐν τῇ ἀνα‐ στάσει σου· ὅθεν Βασίλειος, ὁ εὐκλεής θερά‐ ᾨδὴ ζ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον πε‐ ριεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν, Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοῶν· Εὐλογη‐ τὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγ‐ γος τὰ καταχθόνια· ὁ προπάτωρ δὲ θυμηδίας, ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Διὰ σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ κτίστην σὺ τῶν ἁπάντων, τέτοκας Θεόν· ὃν αἴτησαι Πά‐ ναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς, τὸ μέγα ἔλεος. 17 Τῆς ἑορτῆς. Ἦχος β´. Νέους εὐσεβεῖς. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρί‐ σταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέ‐ λων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγ‐ κατάβασιν· ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφό‐ ρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνι‐ ζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βα‐ πτίζεται διεξοδικῶς τῷ Νομοθέτῃ λαός. Θά‐ λασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος· οἷς τελούμενοι, Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβο‐ μεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός· ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Τοῦ ὁσίου. Ἦχος β´. Ἀντίθεον πρόσταγμα. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῷ ῥείθροις ἐνθάψαντι τὴν ἁμαρτίαν, σαυτὸν ἐνδιαίτημα, ἑδράσας Θεοδόσιε, θεάρεστον τέ‐ μενος, ἐπῳκοδόμησας, φέρειν ἀκατάπαυστον ᾠδήν, νομοθετήσας ἐν πολυγλώσσοις φω‐ ναῖς. Δόξα. Τῶν Παίδων μιμούμενος τὴν παῤῥησίαν, τυ‐ ράννου πυρίπνοον, ἀπειλὴν ἐξεφαύλισας, σοφῶς προϊστάμενος, τῆς Ἐκκλησίας Χρι‐ στοῦ, Πάτερ Θεοδόσιε, δι᾿ ἣν ἑκὼν ὡράθη, σαρκὶ σταυρούμενος. Καὶ νῦν. Θεοτοκίον. Πανάχραντον σύλληψιν ἄφθορον τόκον, σὺ μόνη ὑπέδειξας, Παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ὑπὲρ πάντων Ἁγνή, ἄν‐ θρωπον γενόμενον, πιστῶν εἰς σωτηρίαν καὶ ἀπολύτρωσιν. ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυ‐ ψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ ῥεῖθρα φλογίζοντα τὴν ἁμαρτίαν, καὶ φλό‐ γα δροσίζουσαν, ἀνθρώπων γένος Κύριε, ἐν τῷ σῷ Βαπτίσματι, συνάψας Λόγε Θεοῦ, ὁ ὑ‐ περυψούμενος Θεός, εὐλογημένος καὶ ὑπε‐ ρένδοξος. Ἰουδαίων τὸν πάλαι, προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος, νῦν ἀπειργάσατο, σὲ ἐ‐ πὶ Σταυροῦ, ἀναρτήσαντα Λόγε Θεοῦ· ὃν ὑ‐ περυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῷ κάμινον τεύξαντι τὸν Ἰορδάνην, σαυτὸν ὡς θυμίαμα,ὁλοκαυτώσας Ὅσιε, καὶ φλόγα οὐράνιον, ἀψευδές σύμβολον, θείας ἐπινεύ‐ σεως λαβών, σηκὸν ἱδρύσω ψυχῶν σωτήριον. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τοῖς σοῖς στρατηγήμασι τά τοῦ Μωσέως, ὑ‐ πείκει τῆς χάριτος, ἐπιφανείσης Ὅσιε· ἐ‐ χθροὺς ἀοράτους γάρ, καταστρεψάμενος, πό‐ λιν ἐπουράνιον ὁ σός, κληροδοτεῖται λαὸς πανεύφημε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οὐρανίους ἁψῖδας, οὐ καταλέλοιπας, καὶ εἰς ᾅδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυ‐ ψοῦντα, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκ φωτὸς φωτοδότην, Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως, τοῦτον δεδόξασαι· Πνεῦ‐ μα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 18 Τῆς ἑορτῆς. Ἦχος β´. Μυστήριον παράδοξον. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Γνόφον νοητόν, φωτὸς τοῦ θειοτάτου, σὺ ὑ‐ πεισδύνας Θεοδόσιε, καὶ πλάκας δακτύλῳ Θεοῦ, ἐγγραφείσας τῇ καρδίᾳ σου, τὰ εὐσε‐ βείας δόγματα, ἔφερες τοῖς φοιτῶσι, βίβλον ζωῆς παμμακάριστε. Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προ‐ δρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγμασι εἶξον, καὶ βάπτισόν με συγκα‐ ταβάντα, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦ‐ σιν, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δε‐ σπότου, σύντρομος παλάμην ἐκτείνει· χειρα‐ πτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὑτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυ‐ ψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις· ὁ Πατὴρ ἐφώνη‐ σεν· Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου· τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλο‐ γοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Τοῦ ὁσίου. Ἦχος β´. Κάμινός ποτε. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κάμινός ποτε, ἐν Βαβυλῶνι ῥεῖθρα, τοῦ Ἰορ‐ δάνου ἐξεικόνισε, τῷ θείῳ Βαπτίσματι, ἐναν‐ τίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσί‐ ζουσα, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν σωματικῶν, παθῶν προεκδημήσας, τῆς ἐκδημίας Θεοδόσιε, ἐν τοῖς κενεῶσι τῆς γῆς, τῶν ὑδάτων ἐξαιρούμενος, τῷ νεανίᾳ δείκνυ‐ σαι, κράζοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυ‐ ρίου τὸν Κύριον. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γέγονε τῶν σῶν, χειρῶν ἡ εὐλογία, τὸ τοῦ ἐν ῥείθροις βαπτισθέντος Χριστοῦ, θειότατον πρόσταγμα, τῇ ἀνίκμῳ γονιμώτατον, ὕδωρ καὶ θάλπων ἥλιος· κόκκος γὰρ εἰς πολύχουν, σῖτον ἀσπόρως ἐτρέφετο. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πίστιν ἀῤῥαγῆ, τὴν τῆς Αἱμόῤῥου Πάτερ, ἐ‐ κμιμησάμενον τὸ γύναιον, τοῦ ῥάκους ἁψά‐ μενον, ὥσπερ σκότος τῷ ἐν σοὶ φωτισμῷ, τὸ πάθος ἐφυγάδευσε· γέγονας ἐκλογῆς γάρ, σκεῦος τῷ ἐπιφανέντι Χριστῷ. Δόξα. Σὲ τὸν ἐκ Θεοῦ, Θεὸν ἑωρακότες, σωματικῶς ἐπιφανέντα Χριστέ, ἀῤῥήτως ἐπέγνωμεν, τὸν ἀόρατον Πατέρα σου, καὶ Πνεῦμά σου τὸ Ἅγι‐ ον, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυ‐ ρίου τὸν Κύριον. Καὶ νῦν. Θεοτοκίον. Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θε‐ ανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλα‐ βες, καὶ ἀφράστως ἀπεκύησας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον· ὅθεν σε σωτηρίαν, πάντων ἡ‐ μῶν ἐπιστάμεθα. ᾨδὴ θ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμέ‐ νος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκὶ προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύ‐ εις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρημα‐ τίσας, πάθος Σωτὴρ ἡμῶν· μόνος γὰρ ὑπάρ‐ χεις ἀπαθής, καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον· ἡ δὲ σὴ ζω‐ οποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾅδῃ, οὐ 19 καταλέλειπται· ἀλλ᾿ ὥσπερ ἐξ ὕπνου ἀνα‐ στάς, ἡμᾶς συνήγειρας. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βρο‐ τοὶ ἐν χείλεσιν ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄῤῥητον καὶ ὑπερένδοξον, Πνεύματος πανα‐ γίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος. Τῆς ἑορτῆς. Ἦχος β´. Ἀπορεῖ πᾶσα γλῶσσα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθα‐ ρέντα δὲ ἀνεκαίνισεν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ Ἡσαΐας Λούσασθε, καὶ καθάρθητε φάσκει· τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ δι‐ ψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχου‐ σιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυ‐ τον. Ἡ δίκη τὸν ἄδικον, ἐνδίκως κατεδίκασε, τῆς σῆς ὑπερορίας προεξορίσασα, καὶ διὰ βλα‐ σφήμων χειλέων, τὴν δυσσεβῆ, ψυχὴν ἐξε‐ λοῦσα, ζωῆς τε στερήσασα, τῆς ζωῆς τὸν ἐ‐ χθρὸν Ὅσιε. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν σῶν μεμνημένοι, διδαγμάτων Θεοδόσιε, ἐν δυσὶ ταῖς οὐσίαις Χριστὸν κηρύττομεν, δύω τὰς θελήσεις εἰδότες, τὰς φυσικάς, καὶ τὰς ἐ‐ νεργείας, καὶ τὰ αὐτεξούσια, ἐν Θεῷ τῷ βα‐ πτισθέντι σαρκί. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Φερώνυμος δόσις ἀγαθή, ἐκ τοῦ τῶν φώτων Πατρός, τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς πέ‐ φηνας, βρῶσις εὐθηνοῦσα καὶ πόσις, τῶν ἐν λιμῷ τακέντων καὶ δίψει, γυμνῶν περιβόλαι‐ ον, καὶ πιπτόντων ἐπανόρθωσις. Δόξα. Μὴ παύσῃ τὴν ποίμνην σου, ἐφορῶν Πάτερ Ὅσιε, καὶ τῆς σῆς μεμνημένος καθυποσχέσε‐ ως, ἧς τὰς τῆς ἐλπίδος ἀγκύρας, ὡς ἀῤῥαγοῦς ἐξήψαμεν πέτρας, πρὸς Χριστὸν μεσίτην σε, κεκτημένοι Θεοδόσιε. Καὶ νῦν. Θεοτοκίον. Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ τῆς δι‐ καιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε. * * * * * Τοῦ ὁσίου. Ἦχος β´. Ἀνάρχου Γεννήτορος. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Συνόδους ἐκήρυξας, θεόφρον Θεοδόσιε, τῶν σεπτῶν ἰσαρίθμους Εὐαγγελίων Χριστοῦ, τὸ τῆς προαιρέσεως αἷμα, μαρτυρικῷ, προέμε‐ νος ζήλῳ, καὶ Μάρτυς ἀναίμακτος, εὐσεβείας ἀναδέδειξαι. Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 20
© Copyright 2024 Paperzz