ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ Α Τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη κα ὶ τ ὰς γενέσεις καὶ τοὺς βίους· ἤθη γὰρ καὶ πράξεις οὐκ ἔχουσιν ὥσπερ τὰ ζῶα. εἰσ ὶ δ' α ἱ μ ὲν κατ ὰ τ ὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρητότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσι ποικιλίας. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη κα ὶ μὴ μέρη καλε ῖν, ἀλλ' ἔχει τινὰ ἀπορίαν. Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι διὰ νόσον ἢ γ ῆρας ἢ πήρωσιν ἀποβάλλεται. τῶν δ' ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ' ἐστὶν ὥστ' ἐπέτειον ἔχειν τὴν οὐσίαν, οἷον ἄνθος βρύον φύλλον καρπός, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς· ἔτι δ ὲ α ὐτ ὸς ὁ βλαστός· αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ' ἐνιαυτὸν ὁμοίως ἔν τε το ῖς ἄνω κα ὶ ἐν το ῖς περὶ τὰς ῥίζας· ὥστε, εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλ ῆθος ἀόριστον ἔσται κα ὶ ο ὐδέποτε τ ὸ αὐτὸ τῶν μορίων· εἰ δ' αὖ μὴ μέρη, συμβήσεται, δι' ὧν τέλεια γίνεται κα ὶ φαίνεται, τα ῦτα μ ὴ ε ἶναι μέρη· βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἔχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται. Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ' ὅσα πρ ὸς τ ὴν γένεσιν, α ὐτά τε τὰ γεννώμενα μέρη θετέον οἷον τοὺς καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. ε ἰ δ ὲ ἐν τ ῇ ὥρ ᾳ ὄψει τοῦτό γε κάλλιστον, οὐδὲν σημεῖον, ἐπεὶ καὶ τῶν ζώων εὐθενεῖ τὰ κύοντα. Πολλὰ δὲ καὶ τὰ μέρη κατ' ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα κα ὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ' οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὂν τῷ φυλλοβολεῖν τὸ πάθος. Ὡσαύτως δ' οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ' ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περ ὶ τ ὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας. Ὅλως δὲ καθάπερ εἴπομεν οὐδὲ πάντα ὁμοίως καὶ ἐπὶ τῶν ζώων ληπτέον. δι' ὃ καὶ ὁ ἀριθμὸς ἀόριστος· πανταχῆ γὰρ βλαστητικὸν ἅτε καὶ πανταχῆ ζῶν. ὥστε τα ῦτα μ ὲν ο ὕτως ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν ἀλλὰ καὶ τῶν μελλόντων χάριν· ὅσα γὰρ μὴ οἷόν τε ἀφομοιοῦν περίεργον τὸ γλίχεσθαι πάντως, ἵνα μὴ καὶ τὴν οἰκείαν ἀποβάλλωμεν θεωρίαν. ἡ δ ὲ ἱστορία τ ῶν φυτῶν ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἢ κατὰ τὰ ἔξω μόρια καὶ τὴν ὅλην μορφὴν ἢ κατὰ τὰ ἐντός, ὥσπερ ἐπὶ τῶν ζώων τὰ ἐκ τῶν ἀνατομῶν. Ληπτέον δ' ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ' ἕκαστον γένος, ἔτι δ ὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ' οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ' ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρ ὸς τ ὰ ἐμφερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ' ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΝ, 1-11 [1] Περὶ δ' αἰσθήσεως αἱ μὲν πολλαὶ καὶ καθόλου δόξαι δύ' εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦσιν, οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλῆς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δ ὲ περ ὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τ ῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζῴοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δ' ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορροίᾳ γίνεται, τὸ δ' ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον. [2] ο ἱ δ ὲ τ ὴν α ἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου, τὸ δ' ἐναντίον παθητικόν, τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δ ὲ οἴονται κα ὶ τ ὸ περ ὶ τ ὴν ἁφ ὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν οὐ ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περ ὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος ο ἱ μ ὲν ἄλλοι σχεδ ὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. [3] [Pαρμενίδου] Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰ μόνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τ ὸ ψυχρόν, ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· ο ὐ μ ὴν ἀλλ ὰ κα ὶ ταύτην δεῖσθαί τινος συμμετρίας· ὡς γὰρ ἑκάστοτε – φησίν – ἔχει κρᾶσιν μελέων πολυπλάγκτων, τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτό ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα. [4] τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπ ὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δ' ἰσάζωσι τῇ μίξει, πότερον ἔσται φρονεῖν ἢ ο ὔ, κα ὶ τίς ἡ διάθεσις, οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθ' αὑτὸ ποιεῖ τὴν αἴσθησιν φανερόν, ἐν ο ἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν το ῦ πυρός, ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὂν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν. [5] Πλάτων δὲ ἐπὶ πλέον μὲν ἧπται τῶν κατὰ μέρος, ο ὐ μὴν ε ἴρηκέ γε περ ὶ ἁπασ ῶν, ἀλλ ὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός (διὸ καὶ τὸ χρῶμα φλόγα τιν' ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν), ὡς ἀπορροῆς τε γινομένης κα ὶ δέον συναρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμᾶς· ὥσπερ ἂν ε ἰς τ ὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προ sπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν. [6] ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται· φωνὴν γὰρ εἶναι πληγὴν ὑπ' ἀέρος ἐγκεφάλου καὶ αἵματος δι' ὤτων μέχρι ψυχῆς, τὴν δ' ὑπὸ ταύτης κίνησιν ἀπ ὸ κεφαλῆς μέχρι ἥπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ὅλως οὐδὲν εἴρηκεν, οὐδὲ εἰ παρὰ ταύτας ἄλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν. [7] Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τοὺς πόρους τοὺς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν, ὅτι τῶν μὲν εὐρύτεροί πως, τ ῶν δ ὲ στενώτεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ αἰσθητόν, ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονε ῖν, τ ὰ δ' ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν, ποία τίς ἐστι· κα ὶ φησ ὶ τ ὸ μ ὲν ἐντ ὸς α ὐτ ῆς εἶναι πῦρ <καὶ ὕδωρ>, τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, δι' ὧν διιέναι λεπτ ὸν ὂν καθάπερ τ ὸ ἐν το ῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρ ὸς κα ὶ το ῦ ὕδατος, ὧν το ῖς μ ὲν το ῦ πυρὸς τὰ λευκά, τοῖς δὲ τοῦ ὕδατος τὰ μέλανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν. [8] συγκεῖσθαι δ' ο ὐχ ὁμοίως, *** τ ὰς δ' ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ, ταῖς δ' ἐκτὸς εἶναι τὸ πῦρ, διὸ κα ὶ τῶν ζ ῴων τ ὰ μ ὲν ἐν ἡμέρᾳ, τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθ' ἡμέραν· ἐπανισο ῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γ ὰρ κα ὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις <ἐναντίως> ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ κα ὶ ο ἷς ὑπερέχει τὸ πῦρ, ἐπεὶ αὐξηθὲν ἔτι μεθ' ἡμέραν ἐπιπλάττειν καὶ καταλαμβάνειν το ὺς το ῦ ὕδατος πόρους· ο ἷς δὲ τὸ ὕδωρ, ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπ ὸ το ῦ ὕδατος. *** ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δ' ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκρᾶσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκειμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει. [9] τὴν δ' ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι ψόφων. ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ, ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα † τ ῶν ἴσων ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον † ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρ ὸς τ ὰ στερε ὰ κα ὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ· διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους, οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθ' ἑκατέραν οὔτε π ῶς ο ὔτε δι' ἃ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ ἐναρμόττειν τοῖς πόροις αἴσθησίς ἐστιν· ἥδεσθαι δ ὲ τοῖς ὁμοίοις κατά τε † μόρια καὶ τὴν κρᾶσιν, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. [10] ὡσαύτως δ ὲ λέγει κα ὶ περ ὶ φρονήσεως κα ὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις, τὸ δ' ἀγνοεῖν τοῖς ἀνομοίοις, ὡς ἢ τα ὐτὸν ἢ παραπλήσιον ὂν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστ ῳ γνωρίζομεν ἐπὶ τέλει προσέθηκεν ὡς ἐκ τούτων <γὰρ> πάντα πεπήγασιν ἁρμοσθέντα καὶ τούτοις φρονέουσι καὶ ἥδοντ' ἠδ' ἀνιῶνται. διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκρᾶσθαί † ἐστι τὰ στοιχεῖα τ ῶν μερῶν. [11] ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διὰ πολλοῦ μηδ' α ὖ μικρ ὰ μηδ' ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τοὺς ἐγγυτάτω τούτων, ὅσοις δ' ἐναντίως, ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ κα ὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα, νωθροὺς καὶ ἐπιπόνους· ὧν δὲ πυκνὰ καὶ κατὰ μικρ ὰ τεθραυσμένα, το ὺς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθ' ἕν τι μόριον ἡ μέση κρᾶσίς ἐστι, ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τοὺς μὲν ῥήτορας ἀγαθούς, τοὺς δὲ τεχνίτας, ὡς τοῖς μ ὲν ἐν τα ῖς χερσί, το ῖς δ ὲ ἐν τ ῇ γλώττ ῃ τ ὴν κρᾶσιν οὖσαν· ὁμοίως δ' ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις. ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΕΩΣ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΑΥΞΗΣΕΩΣ, 213 ss. * * * πῶς δ' ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τ ῶν σωμάτων ἕκαστον τ ῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν α ὐτο ῦ μόριον ε ἶναί [τε] καθ' αὑτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτο ῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. τοῦ τε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ μηδ' ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μακρ ῷ παραδοξότερον καὶ παρὰ τὰς ἁπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ μὲν δι' ὅλων ἀλλήλων χωρε ῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι καθ' αὑτό, ὁμοῦ δ' ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι, ὑφ' ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τό τε ο ὖν σ ῶμα δι ὰ σώματος † οὐδεμιᾶς ἐλάττω διαφορὰν ἔχειν συμβέβηκε τῶν κατὰ φιλοσοφίαν δογμάτων καὶ τῶν περὶ μίξεώς τε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον διηνέχθησαν πρὸς ἀλλήλους περ ὶ το ῦδε το ῦ δόγματος ο ἱ μίαν ὕλην ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ διωρισμένων τε κα ὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα σώματα ἄπειρα τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν πρὸς ἄλληλα διαφορὰν ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά φασιν ε ἶναι, κα ὶ τῇ τούτων συνθέσει τε καὶ ποιᾷ περιπλοκῇ ἔτι τε τάξει καὶ θέσει τἆλλα γίνεσθαι· ἐφ' ἧς δόξης πρῶτοι μὲν Λεύκιππός τε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι δὲ Ἐπίκουρός τε κα ὶ ο ἱ τ ὴν αὐτὴν τούτῳ τραπέντες· οἱ δὲ αὐτῶν, οὐκ ἀτόμους, ὁμοιομερῆ δέ τινά φασιν ἄπειρα εἶναι σώματα, ἐξ ὧν ἡ τῶν αἰσθητῶν γένεσις σωμάτων γινομένη κατὰ σύγκρισιν καὶ σύνθεσιν, ἧς δόξης Ἀναξαγόρας τε καὶ Ἀρχέλαος δοκοῦσι γεγονέναι· ἤδη δέ τινες καὶ ἀμερῆ τινα σώματα τὰς ἀρχὰς κα ὶ στοιχεῖα τῶν πάντων προήχθησαν εἰπεῖν· ἔστι δέ τις δόξα κα ὶ ἐξ ἐπιπέδων τ ὴν γένεσιν ποιο ῦσα τ ῶν σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην, οὗτοι διηνέχθησαν κατ ὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένην τε καὶ κεχωρισμένην ἐστί τις πρὸς ἀλλήλους διαφωνία. αἰτία δ' αὐτοῖς τῆς διαστάσεως τῆς τοσ ῆσδε ἡ χαλεπότης τοῦ δόγματος. <τῷ> μὲν γὰρ ἐναργὲς εἶναι κιρνᾶσθαί τινα τῶν σωμάτων πρ ὸς ἄλληλα πάντες σχεδὸν οἱ περὶ φύσεώς τε καὶ τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπ ὶ τὸ ζητεῖν τ ὴν αἰτίαν αὐτοῦ, τῷ δ' εἶναι χαλεπήν τε αὐτοῦ τὴν εὕρεσιν κα ὶ ἑκάστ ῃ τ ῶν ἀποδιδομένων α ἰτι ῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ ἀπετράπετο. Διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δοκοῦντα ἡμῖν εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ' ἄλληλα θέσει τὴν μῖξιν ποιουμένων, ο ὐδ ὲ τ ὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ' εἶναι τὴν δοκοῦσαν κρ ᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον κα ὶ πρ ὸ τ ῆς μίξεως· δοκεῖν δ' αὐτὰ κεκρᾶσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδεν ὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. φιλαλήθως τε καὶ φιλοσόφως οὐκ ὤκνησεν ε ἰπε ῖν τ ὸ ἑπόμενον τοῖς οὕτω τὰς κράσεις λέγουσι γίνεσθαι. παραθέσει δ ὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι κα ὶ ο ἱ τ ὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ φεύγειν βουλόμενος τὸ ὑπὸ Δημοκρίτου ῥηθὲν ἕπεσθαι [βούλεται] τοῖς παραθέσει τῶν κιρναμένων τὴν κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων κα ὶ α ὐτ ὸς τὰς κράσεις γίνεσθαι λέγει, ἀλλ' οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζομένων ἐν τῇ διαιρέσει, ἀλλ' ἀναλυομένων εἰς τὰ στοιχεῖα καὶ τὰς ἀτόμους, ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τ ὸ μ ὲν οἶνος ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ κεκραμένον σῶμα, συμμιγνυμένων <ο ὐχ> ὕδατός τε καὶ οἴνου, ἀλλὰ τῶν ὑδροποιῶν ἀτόμων, ὡς ἂν εἴποι τις, ταῖς οἰνοποιοῖς, φθορᾷ τε κα ὶ γενέσει τινῶν τὴν κρᾶσιν γίνεσθαι λέγων· <ἡ> γὰρ εἰς τὰ στοιχεῖα ἀνάλυσις ἑκάστου κα ὶ ἡ ἐκ τῶν στοιχείων σύνθεσις αὐτῶν <τὸ μὲν γένεσις>, τὸ δὲ φθορά. τούτων μὲν οὖν οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως οὔθ' οἱ τὴν εἰς τὰ στοιχεῖα ἀνάλυσιν τὴν περὶ τῆς κράσεως σώζουσι πρόληψιν, εἴ γε ἡ μὲν κρᾶσις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν κεκραμένων, ὡς μηδ ὲν μόριον το ῦ κράματος ἄμικτον εἶναί τινος τῶν σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δ ὲ ἡ παράθεσις ἕνωσις, οὔτε ἡ φθορά τε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι· ἡ γὰρ μῖξις σωζομένων γενέσθαι δοκε ῖ. ο ὐ γ ὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ' ἐξ ὧν ἐστι τα ῦτα ἐκε ῖνα μιγνύουσιν. εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἷόν τε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ ποιᾷ συνθέσει τε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν διαφορᾶς γεννωμένης, οὐδ' ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ' ἃ ἡ κρᾶσις τῶν κιρναμένων γίνεται. γίνεται μὲν γὰρ ἡ κρᾶσις διαφερόντων τινῶν κατὰ ποιότητα, ἀναιρεῖται δὲ ἡ κατὰ τοῦτο διαφορ ὰ το ῖς ἔχουσιν αὐτὴν ἐν τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης. † ὃ ἴσως δ ὲ καὶ τοῖς ἐξ ἐπιπέδων γεννῶσι τὰ σώματα ἡ κρᾶσις γίνεται κατὰ ἀναστοιχείωσίν τινα. εἰ μὲν ο ὖν ἦν ἔχουσά τι ἥδε ἡ περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἐπὶ πλέον ἔδει τὴν ἐξέτασιν ποιεῖσθαι τ ῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως, ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητε ῖν ἔτι, ε ἰ κατὰ παράθεσιν μερῶν ἢ μῖξιν ἀτόμων ἢ ἐπιπέδων ἢ ἀμερῶν τινων σωμάτων ἡ κρᾶσις γίνεται. διὸ περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίας τε πρὸς ἀλλήλους καὶ δόξης περ ὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ γὰρ ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ προκείμενον, ἀλλ' ἐξέτασίς τε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι τὰς κράσεις τῶν σωμάτων συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσί τε καὶ κοιναῖς προσλήψεσι. Μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέντας, ὧν καὶ αὐτῶν παραιτησάμενοι τὰς ἐπιπολαιότερόν τε κα ὶ προχειρότερον εἰρημένας τὰς μάλιστα δοκούσας ἔχεσθαί τινος λόγου αὐτὰς ἐξετάσωμεν προχειρισάμενοι. τ ῶν δ ὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς Στοᾶς περ ὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως α ὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ' αὐτοῖς περὶ κράσεώς ἐστιν ἡ ὑπ ὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ' αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες α ὐτ ῶν τ ῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες πολλὰ τῶν εἰρημένων ὑπ' ἐκείνου περὶ κράσεως κα ὶ α ὐτο ὶ λέγουσιν ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου οἷς οὐ δυνάμενοι πάντ ῃ συμφέρεσθαι δι ὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὑτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δ ὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ' οὗ συνέχεταί τε καὶ συμμένει καὶ σύμπαθές ἐστιν α ὑτῷ τὸ πᾶν, τ ῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει, δύο τιν ῶν ἢ κα ὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ' ἁρμήν, σωζούσης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε κα ὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν τῇ παρ' ἀλλήλους θέσει γίνεται, τ ὰς δέ τινας συγχύσει δι' ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν μιγνυμένων, ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος· τὰς δέ τινας γίνεσθαι μίξεις λέγει δι' ὅλων τινῶν ο ὐσι ῶν τε κα ὶ τ ῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σώζειν ἐν τῇ μίξει τῇ τοιᾷδε, ἥντινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ κα ὶ πλειόνων τιν ῶν σωμάτων ὅλων δι' ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν ἐν τ ῇ μίξει τ ῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων. εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ' ἀλλήλων, ὃ μόνως γίνεται τ ῷ σώζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. τὸ δ ὲ ταύτας τ ὰς διαφορ ὰς ε ἶναι τ ῆς μίξεως πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβόντας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ' ἁρμὴν συγκειμένων, κα ὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένων τε κα ὶ ἀλλήλοις δι' ὅλων ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ' ἁρμήν. τὴν δ ὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει γίνεσθαι χωρούντων δι' ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμέν ῳ μίγματι. οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γινόμενον εἶναι. Τοῦ δὲ τοῦτο οἴεσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προιστάμενοι τῆσδε τῆς δόξης τό τε πολλ ὰ τῶν σωμάτων σώζειν τὰς ἑαυτῶν ποιότητας ἐπί τ' ἐλαττόνων ἐναργῶν ὄγκων κα ὶ ἐπ ὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὑτοῦ φυλάσσει ποιότητα), ἔτι τε τὸ πολλὰ εἶναι, ἃ καθ' ἑαυτὰ μὴ οἷά τε ὄντα ἐπί τι ἐλθε ῖν μέγεθος ὑπ' ἄλλων βοηθούμενα ἐπ' αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπ ὶ πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ' ὅσον καθ' αὑτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. κα ὶ ἡμε ῖς δέ, ἃ καθ' αὑτοὺς ὄντες οὔκ ἐσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμο ὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τέ ἐσμεν διαβαίνειν καθ' α ὑτούς. κα ὶ βάρη τιν ὰ φέρομεν μετ' ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι φέρειν οὐ δυνάμεθα. κα ὶ ἄμπελοι δὲ καθ' αὑτὰς ἵστασθαι μὴ δυνάμεναι ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. Fuentes: Theophrastus. Enquiry into plants, 2 vols., A. HORT, ed., Cambridge, Mass., Harvard University Press, 1916, rep. 1:1968;2:1961. Doxographi Graeci, H. DIELS, ed., Berlín, Reimer, 1879, rep. 1965. Alexandri Aphrodisiensis praeter commentaria scripta minora, ed. I. BRUNS, Berlín, Reimer, 1892; Commentaria in Aristotelem Graeca, supl. 2.2
© Copyright 2024 Paperzz